Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1169
Not analysed yet
οὐδὲ ὑποτεταγμένος· καθὸ δὲ ἄνθρωπος, οὐδέ ποτε ἀνήκοος γέγονε τοῦ γεννήτορος ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον, καὶ μεθ' ἡμῶν τάσσων ἑαυτὸν, ταῦτα ἔλεγεν. Ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι, ὡς ἀπειθεῖς καὶ παρήκοοι, καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. Τὰ δὲ, διὰ τὴν κατ' ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα, ἤτοι τὴν σάρκα ἐκ τοῦ Λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν. Καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν· καὶ εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ ἡ σὰρξ, δούλη ἦν καὶ ἀγνοοῦσα. Ἀλλὰ διὰ τὴν πρὸς τὸν Θεὸν Λόγον καθ' ὑπόστασιν ἕνωσιν, οὔτε δούλη ἦν, οὔτε ἠγνόει. Οὕτω καὶ Θεὸν αὑτοῦ τὸν Πατέρα ἐκάλεσε. Τὰ δὲ, διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν, ὡς τὸ, «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Αὐτὸς γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν· ἀλλ' ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ. Καὶ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης καὶ ἐξ ἀναστάσεως νεκρῶν.» Διὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἐπιφοιτήσεως τοῦ ἀγίου Πνεύματος, ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ. Καὶ τὸ, «Προέκοπτε σοφίᾳ καὶ χάριτι.» Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαϊκοῦ προσώπου οἰκείωσιν, μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτὸν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.» ΚΕΦΑΛ. Κϛʹ. Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μὲν εἰσὶ θεοπρεπῆ, ὡς τὸ, «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» ὡς Θεοῦ δηλονότι καὶ τοῦ ἁγίου Πνεύματος· καὶ τὸ, «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος·» καὶ τὰ τοιαῦτα. Ὡς γὰρ Θεὸς, ἔστι μεθ' ἡμῶν. Τὰ δὲ ἀνθρωποπρεπῆ, ὡς τὸ, «Ἐκράτησαν αὐτοῦ τοὺς πόδας·» καὶ τὸ, «Κἀκεῖ με ὄψονται·» καὶ τὰ τοιαῦτα. Τῶν μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν γὰρ ἀληθῶς, ἀλλ' οὐ κατὰ φύσιν, ἀλλὰ κατ' οἰκονομίαν, πρὸς τὸ πιστώσασθαι ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν. Τὰ δὲ, ἀληθῶς κατὰ φύσιν, ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως, καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσελθεῖν. Τὰ δὲ, κατὰ προσποίησιν, ὡς τὸ, «Προσεποιήσατο ποῤῥωτέρω πορεύεσθαι.» Τὰ δὲ, τοῦ συναμφοτέρου, ὡς τὸ, «Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν·» καὶ τὸ, «Εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·» καὶ τὸ, «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς.» Τὰ δὲ ὡς μεθ' ἡμῶν