Ancient Greek
Volume 77
Cyrillus Theol., Encomium in sanctam Mariam deiparam (homilia diversa 11) 77.1037
Not analysed yet
θρον βλασφημίας ἐμπεσὼν, ὃν οὐκ ἔπεισε Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τέττιξ ὁ ἐκκλησιαστικὸς, τὸ εὐαγγελικὸν καὶ ἐπουράνιον θυμίαμα, ἡ μυρότοκος πηγὴ, ὁ ἐπιστολοφόρος καὶ ἐπιστολογράφος, ὁ πηρωθεὶς ἐν τῇ ὁδῷ καὶ ἀναβλέψας διόλου πρὸς τὸ ὕψος τοῦ οὐρανοῦ τῇ θεογνωσίᾳ, ὃν ὀπτασία Χριστοῦ ἐπ' ὄψιν ἔῤῥιψεν, καὶ θεογνωσία πάλιν πρὸς πίστιν ὡδήγησεν, ὃς τὴν οἰκουμένην ἐστήριξεν πιστεύειν εἰς ὁμοούσιον Τριάδα, εἰς ἕνα Κύριον, μίαν πίστιν, ἓν βάπτισμα, ἕνα Πατέρα, ἕνα Υἱὸν, ἓν Πνεῦμα ἅγιον, ἀδιάστατον οὐσίαν, ἀπεριέργαστον, ἀκατάληπτον θεότητα, Θεὸν ἐκ Θεοῦ τὸν Κύριον, φῶς ἐκ φωτὸς, ἀπαύγασμα δόξης, ἐκ Παρθένου Μαρίας γεννηθέντα, κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνὴν λέγοντος· «Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Καὶ πάλιν ὁ αὐτός· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ ζῶντος.» Οὐ μόνον δὲ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ, ἀλλὰ καὶ διὰ τοῦ μακαρίου Δαβὶδ ἀκούομεν καθ' ἑκάστην ἡμέραν κελαδοῦντα αὐτὸν ἐν ταῖς ἐκκλησίαις καὶ λέγοντα· «Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.» Καὶ ὁ μεγαλόφρων Ἡσαΐας, υἱὸς Ἀμῶς τοῦ προφήτου, ὁ ἐκ προφήτου προφήτης, ἐκήρυξε λέγων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστιν μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.» Ἀλλ' οὐ πιστεύεις προφήταις καὶ ἀποστόλοις, καὶ εὐαγγελισταῖς καὶ τῷ ἀρχαγγέλῳ Γαβριήλ; κἂν τοὺς συνδαίμονάς σου μίμησαι, τοὺς φρίξαντας αὐτοῦ τὴν δύναμιν καὶ φωνήσαντας· «Τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Εἰ γὰρ καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἐλέγετο ὑπὸ τοῦ δαίμονος τὸ ἀληθὲς «πρὸ καιροῦ,» ἀλλὰ καὶ νῦν ἐπὶ σὲ ἔφθακεν. Ἔδει μὲν ἐλθεῖν τὸν Ἀντίχριστον· ἀλλὰ ταχέως ἀντ' ἐκείνου παραγέγονας. Οὔτε τῷ πλανῶντί σε διαβόλῳ ἐπίθης τῷ λέγοντι· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Ὢ πράγματος φοβεροῦ, οὐδὲ ἐκστάσεως γέμοντος. οἱ δαίμονες σὺν τῷ πατρὶ αὐτῶν τῷ διαβόλῳ, Υἱὸν Θεοῦ καλοῦσι τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ οὗτος τὸν Υἱὸν Θεοῦ εἰς ἄνθρωπον μεταφέρει, καὶ ἀνατροπήν τινα καὶ μανίαν κακὴν εὑράμενος, ἀνάστατον ποιῆσαι ἐζήτησε τὸν εὐσεβέστατον βασιλέα, φίλον καὶ δοῦλον ὄντα τῆς ὀρθοδόξου πίστεως, ἔτι δὲ καὶ χορὸν ἁγίων βασιλίδων ἐν πίστει διαλαμπουσῶν· ἀλλ' οὐκ ἠδυνήθη εἰς τέλος προχωρῆσαι. Τὰ γὰρ τῶν πτωχῶν τοῖς φιλοχρύσοις διδοὺς, ἐνόμισε δι' αὐτῶν νικᾷν τὴν ἀλήθειαν, καὶ διὰ τῆς παγκάλου φιλαργυρίας ναυαγίῳ δεινοτάτῳ περιέπεσεν· ἐν λιμένι διάγων, ἐναυάγησε, μὴ κατέχων τοὺς τῆς πίστεως οἴακας. Διὸ καὶ ὑποβρύχιος γέγονε τοῖς κακοῖς, καὶ θέατρον τραγῳδίας