Ancient Greek
Volume 77
Cyrillus Theol., Encomium in sanctam Mariam deiparam (homilia diversa 11) 77.1040
Not analysed yet
ὅλῃ τῇ οἰκουμένῃ. Ἐνόμισε γὰρ διὰ τοῦ παγκάκου καὶ πικροτάτου φρονήματος ἀναπείθειν τοὺς τῆς εὐσεβείας ἐργάτας, μὴ λαβὼν εἰς τὸν ἐσκοτισμένον αὐτοῦ νοῦν κατανοῆσαι διδασκαλίαν Πατέρων καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, καὶ ἀρχαγγέλων φωνὰς, ἀσπλαγχνίαν τινὰ καὶ μανίαν εὑράμενος κακὴν, καὶ ἀθεΐαν περιβεβλημένος, λοιμὸν καὶ ἄθεον θρησκείαν τῇ οἰκουμένῃ θεσπίσαι ἠθέλησεν. Ἀλλ' οὐχ εὗρεν ἡμᾶς ἀπαρασκευάστους πρὸς τὴν παράνομον αὐτοῦ καὶ δύσφημον ἐπίνοιαν. Οὐ γὰρ ὅπλοις στρατιωτικοῖς θαῤῥοῦμεν, οὐδὲ τῇ χρυσοειδεῖ καὶ παγκάλῳ τιμωρίᾳ, ἀλλὰ διὰ τῶν ἁγίων καὶ θεοπνεύστων Γραφῶν πρὸς αὐτὸν τὰς ἀποκρίσεις ποιούμεθα. Τὰ γὰρ ἡμέτερα ὅπλα οὐ σαρκικὰ, οὐδ' ἐπίγεια, ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια, καθὼς ὁ μακάριος Παῦλος ἐκήρυξεν. Ἀλλὰ μὴ δόξῃ τις ταῦτα ἡμᾶς λέγοντας ὡς ἐπιχαίρειν τῷ πτώματί σου, πανάθλιε· καὶ γὰρ πεσόντος σου ἐπὶ τὸ σκάμμα τῆς δυσφημίας ταύτης, χεῖρά σοι διὰ γραμμάτων ὠρέξαμεν, καὶ παρήκουσας τῆς ἡμετέρας μετριότητος· διὰ τοῦτο τὸν τῆς παρακοῆς ἐκληρονόμησας κίνδυνον. Ὅτι γὰρ τούτων οὕτως ὄντων ἀληθῶς μάρτυρα παρέχωμεν ἀξιόπιστον, τὸν ἁγιώτατον καὶ ἀρχιεπίσκοπον πάσης τῆς οἰκουμένης, Πατέρα τε καὶ πατριάρχην Κελεστῖνον τὸν τῆς μεγαλοπόλεως Ῥώμης, ὃς καὶ αὐτός σοι διὰ γραμμάτων παρῄνεσε, λέγων ἀποστῆναί σε τῆς μανιωδεστάτης δυσφημίας. Καὶ παρήκουσας δὲ αὐτοῦ, καὶ ἐνεκαυχήσω ἐν τῇ ματαιότητι τῆς μανίας σου· ξυρὸν πάσης τῆς οἰκουμένης γενόμενος, τὴν τετραπέρατον οἰκουμένην ἐτάραξας, καὶ πάντας τοὺς ἁγίους εἰς τὸν τόπον τοῦτον μετὰ πολλοῦ πόνου καὶ φόβου συνήλασας. Ἔγραψας γὰρ κακίαν, καὶ οὐδ' ὅλως ἀγαθωσύνην. Διὰ τοῦτό σε ὁ Θεὸς καθελεῖ εἰς τέλος ἐκ τῆς ἱερωσύνης, καὶ ἀπὸ τῆς τῶν Πατέρων σοφίας ἐκτελεῖς, καὶ ἐκτείλας πρότερον ἀπὸ τῆς βασιλικῆς πόλεως, ἔπειτα καὶ ἐκ τοῦ θρόνου τῆς ἀρχιερωσύνης, οὗπερ ἀναξίως ἐτύγχανες «Διὰ τοῦτο ὄψονται οἱ δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπὶ σοὶ γελάσονται καὶ ἐροῦσιν· «Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἤλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.» Ἡμεῖς δὲ πάντες οἱ τῇ ἀληθείᾳ ἐξακολουθήσαντες τοῦ Εὐαγγελίου, ἐσόμεθα, κατὰ τὸ προφητικὸν ἐκεῖνο ῥῆμα, «ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ,» δοξάζοντες Θεὸν Πατέρα παντοκράτορα, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ζωοποιὸν καὶ ζωὴν παρέχον πᾶσιν, ὑποτασσόμενοι βασιλεῦσι πιστοτάτοις, τιμῶντες καὶ τὰς ἐν τῇ παρθενίᾳ διαλαμπούσας ἁγίας βασιλίδας· τῇ δὲ ὑπὸ γάμον ὑπερευξόμεθα υἱὸν ἰδεῖν ἐξ αὐτῶν γεννηθέντα, καὶ διαμεῖναι τὸ φιλόθεον καὶ φιλόπιστον καὶ ὀρθόδοξον βασίλειον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.