Ancient Greek · ~3 min
Page 277
Cyrillus Theol., Epistula canonica ad Domnum (epist. 78) 277
Not analysed yet
περ ἂν γένοιτο περί τινων, ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι, τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατόν τε καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μὲν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Πέτρον, αὐτοῦ δὲ κλαίοντος καὶ τῆς ἐκνεμηθείσης ἐκκλησίας αὐτῷ παραλόγως κεκινῆσθαι λέγοντος. Ἦν δ' ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτόν, ἢ γοῦν, εἴπερ ἦν ἄξιος τοῦ μὴ προεστάναι θείου θυσιαστηρίου, μηδ' αὐτῇ τιμᾶσθαι τῇ κλήσει τῆς ἐπισκοπῆς. Ἀλλ' ἴσως δόξειεν ἂν τῇ σῇ θεοσεβείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ' ἐμοῦ λόγος, ἔχει δὲ οὐχ οὕτω κατὰ τὸ ἀληθές· ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην, μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες· μακρῷ δὲ