Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.401
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΟΜΙΛΙΑΙ ΕΟΡΤΑΣΤΙΚΑΙ. ΛΟΓΟΣ Αʹ. αʹ Τῆς μὲν εὐθύμου καὶ θείας ἡμῶν ἑορτῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὰ φαιδρὰ προλάμπει καὶ φαίνεται φῶτα· οὐδὲν σκοτεινὸν καὶ ζοφῶδες τοῖς κατ' ἀρετὴν ἑορτάζειν ἐθέλουσιν ὑπαντᾷν ἐπιτρέπουσα. Διὸ καὶ τοῖς τοιούτοις ὁ μακάριος Ἀπόστολος τὴν συμφέρουσαν ἐμφανίζων ὁδὸν, φησίν· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν,» ἵνα καὶ ταῖς ἀσβέστοις τοῦ Σωτῆρος φωταγωγούμενοι λαμπάσιν εἰς τὴν ἄνω καταντήσωμεν Ἱερουσαλὴμ, τοῖς εὐαγέσι τῶν ἀγγέλων χοροῖς ἐν οὐρανῷ συνδιαιτώμενοι. Ὁ μὲν οὖν μακάριος Δαβὶδ εἰς καλὴν ἡμᾶς συνάγων ὁμήγυριν, τὴν ἐπινίκιον ᾠδὴν τῷ δι' ἡμᾶς ἐπιδημήσαντι Χριστῷ, καὶ διὰ τοῦ σταυροῦ τὸ τοῦ θανάτου καταργήσαντι κέντρον παρακελεύεται, λέγων· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Τοὺς γὰρ τοῖς θείοις ἐπανέχοντας νόμοις ἐπὶ τὸν σωτήριον καλεῖ χορὸν, καὶ εἰς μίαν καὶ σύμφωνον διδάσκει συνάγεσθαι γνώμην, οὐ μεμερισμέναις διανοίαις, οὐδὲ νῷ διῃρημένῳ τὴν εἰς Χριστὸν ὁμολογοῦντας πίστιν· «ἀλλ' ἵνα σύμφωνοι, καὶ τὸ αὐτὸ, κατὰ Παῦλον, φρονοῦντες,» ἀκλινῆ καὶ βεβαίαν τὴν εἰς αὐτὸν φυλάττωμεν ὁμολογίαν. Οὕτω γὰρ ἂν τῆς θείας ἡμᾶς καὶ ἀκηράτου πανηγύρεως ἀναβαίνειν λοιπὸν εἰς τὴν πνευματικὴν κελεύουσιν