Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.404
Not analysed yet
Ἱερουσαλήμ· καὶ δρομαίους ἀφικέσθαι πρὸς εὐσέβειαν διεγειρούσης, ἀκούσωμεν διὰ τοῦ προφήτου· «Ἀνασωζόμενοι ἐκ γῆς πορεύεσθε, καὶ οὐ μὴ στῆτε, μνήσθητε, οἱ μακρὰν, τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.» Παύλου τοίνυν βοῶντος· «Οὕτως τρέχετε ἵνα καταλάβητε,» καὶ τῆς εὐαγοῦς ἡμῖν ἡλίου δίκην ἀνατελλούσης ἑορτῆς, μακράν που τὸν ἀδρανῆ τῆς ἀργίας ῥίψωμεν ὄκνον· καὶ τὸν ἀμυδρὸν τῆς ἀργείας σκότον νικήσαντες, ἀνδρείῳ καὶ λαμπρῷ φρονήματι πρὸς πᾶσαν ἴωμεν ἀρετὴν, ἐκεῖνο λέγοντες ἀλλήλοις τὸ γεγραμμένον· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ἰουδαῖοι μὲν γὰρ, τῆς κατὰ τύπον καὶ σωματικῆς λατρείας ἐκβαίνειν οὐκ εἰδότες, ἀκούουσι· «Τί μοι τὸ πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν· καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι.» Τοῖς δὲ μακρὰν τῶν τοιούτων ἀποδημήσασι, καὶ τῆς καρδίας τὴν ἀληθῆ περιτομὴν διὰ τῆς ἐν πνεύματι λατρείας ἐπιδεικνύειν Θεῷ μελετήσασιν, ὁ προφήτης βοᾷ· «Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.» Ἐγγίσαντος τοιγαροῦν ἡμῖν διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἐκδυσώμεθα, κατὰ τὸ γεγραμμένον, τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσώμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν· καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα, καθαροὶ πρὸς τὴν θείαν ἀναβαίνοντες πανήγυριν. Τοῦ δὲ προφήτου βοῶντος Ἱερεμίου· «Τάδε λέγει τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰουδαῖοι κατοικοῦντες Ἱερουσαλὴμ,» ὑλομανοῦσαν καὶ κεχερσωμένην ἀπὸ εὐσεβείας τὴν διάνοιαν, καθάπερ πυρὶ τῷ θείῳ φόβῳ καθήραντες, τὸν ἀγαθὸν τοῦ Σωτῆρος δεξώμεθα σπόρον, οὐ ψιλαῖς ἀκολουθεῖν, οὐδὲ ταῖς ἐν τύπῳ λατρείαις διδάσκοντος, ἀλλὰ καλοῖς ἡμᾶς πρὸς σωτηρίαν ἀνανεοῦντος μαθήμασιν. Οὐκοῦν τὸν ἐν τῷ κρυπτῷ Ἰουδαῖον, καὶ τὴν ἐν τῷ κρυπτῷ περιτομὴν ἐπιδεικνύωμεν Θεῷ, πᾶσαν κακίαν ἐκ τῆς ἑαυτῶν καρδίας περιτέμνοντες, ἵνα καὶ δικαίως ἀκούωμεν· «Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου· ἀπόδος Κυρίῳ τῷ Θεῷ τὰς εὐχάς σου.» βʹ. Τοῖς μὲν οὖν ἐπὶ τὸ κηρύττειν ἀπεσταλμένοις, οὐκ ὀλίγος ὁ περὶ τούτου φόβος· καὶ μάλα εἰκότως. Οὐ γὰρ μικρὰ τῆς ἐν τούτοις ἀμελείας τὰ ἐπίχειρα. Ἐπικατάρατος γὰρ, φησὶν, ὁ ποιῶν τὰ ἔργα τοῦ