Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.408
Not analysed yet
Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραὶμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Ὅταν κειμένοις ἡμῖν καὶ πεπτωκόσιν εὐκαίρως αὐτὸν ἐπιφοιτήσειν αἰσθανόμενος πάλιν ἐβόα· «Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; Ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;» Οὔπω γὰρ τὴν ἡμετέραν ὁμοίωσιν ὁ Σωτὴρ ἀναλαβὼν, μακρὰν ἡμῶν, κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἀφειστήκει. Ἐπειδὴ καὶ πολλὰ τῆς ἀνθρώπων φύσεως, καὶ τῆς τοῦ Θεοῦ Λόγου τὰ μεταξὺ διαστήματα. Ἡμῶν μὲν γὰρ, περὶ τῶν ἁγίων φησίν· «Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·» περὶ δὲ τῆς τοῦ Μονογενοῦς ὑπάρξεως ὁ προφήτης Ἡσαΐας λέγει· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Εὐκαίρως τοιγαροῦν ἡμῖν, καὶ πολλὴν ὑπομένουσι θλῖψιν, ἐπέλαμψεν ὁ Σωτὴρ γενόμενος ἐκ γυναικὸς, τὸ κατὰ σάρκα, ἵνα τὸν ἐκ γυναικὸς ἄνθρωπον διασώσῃ, καὶ τῶν τοῦ θανάτου τοῦτον ἀπολύσας δεσμῶν, διδάξῃ χαίροντα λέγειν· «Ποῦ σου τὸ νῖκος, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη;» Οὐ γὰρ μόνον τὸ τῆς ἀναστάσεως ἡμῖν δῶρον χαρίζεται, ἀλλὰ καὶ τὸ κέντρον τοῦ ᾅδου, τουτέστι, τὴν πλήττουσαν ἁμαρτίαν ἀμβλύνας, φησίν· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.» Τοῦτο πρὸς τοῖς ἄλλοις τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατόρθωμα. Τοιγαροῦν πᾶσα μὲν ἐν γῇ σεμνότης πολιτεύεται· ὁ δὲ τῆς ἀμαθίας ἐλήλαται σκότος. Καὶ τοῦτο τῇ τοῦ θείου Πνεύματος δυνάμει προαναβλέπων ἔλεγεν ὁ Ψαλμῳδός· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. —Εἰ γὰρ ἐχθροὶ ὄντες, καθὰ Παῦλός φησι, κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ,» πλῆθος ἡμῖν ἀνατελεῖ εἰρήνης. Οὗ γεγενημένου, καὶ τὴν σελήνην πάντως ἀναιρεῖσθαι ἀναγκαῖον· τουτέστι, τὸν τῆς νυκτὸς καὶ τοῦ σκότους ἄρχοντα διάβολον, σελήνην ἐνταῦθα τροπικῶς ὀνομαζόμενον. Οὐκοῦν τοσούτων ἡμῖν καὶ τηλικούτων ὑπερλάμπουσιν αὐγαὶ, καὶ τῆς θείας ἡμῶν ἑορτῆς ἀνίσχει τὸ φῶς, καὶ πάλιν ἡμᾶς ἡ λαμπρὰ πρὸς ἑαυτὴν ἕλκει πανήγυρις. Τὸ μὲν, ὅτι προσήκει τῶν αἰσχίστων ἀναχωρεῖν, γεγωνότερον συμβουλεύουσα, καὶ λέγουσα· «Λούσασθε, καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Εἰ γὰρ σοφός ἐστιν ὁ Παροιμιαστὴς, λέγων· «Τοῖς πᾶσιν ὁ χρόνος,» καὶ καιρὸς παντὶ πράγματι, πῶς οὐκ εὐλόγως πάσης μὲν εἶναι πονηρίας ἐχθρὸν τουτονὶ τὸν καιρὸν ὁμολογήσαιμεν; ἐπ' ἐκεῖνα δὲ μόνα καλεῖν ὅσα καὶ τὸν θεῖον νόμον οἶδε τιμᾷν, καὶ τοῖς κεχρημένοις, ὅτι καλεῖν τῆς εὐνοίας μιμοῦνται τὴν ψῆφον δίδωσι θαῤῥεῖν. Οἱ μὲν οὖν κατὰ τὸν παρόντα βίον ἀγωνο-