Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.405
Not analysed yet
Θεοῦ ἀμελῶς.» Καὶ τοῦτο μαθεῖν ἔξεστι σαφῶς τὸν μακάριον ἐννοοῦσιν Ἰωνᾶν, καὶ τὴν ἐπὶ αὐτῷ μαινομένην θάλατταν· καὶ τὸ δεινὸν ἐκεῖνο καὶ φρικωδέστατον κατ' αὐτοῦ κινούμενον κῆτος. Εὑρίσκω δὲ καὶ τῶν ἁγίων ἕκαστον τῆς θείας λειτουργίας δεδιότα τὸ μέγεθος. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς, Θεοῦ τὸν λαὸν ἐξαποστέλλειν ἐπιτάξαντος αὐτῷ, τῆς ἀνθρωπείας φύσεως τὴν δύναμιν ἀναμετρησάμενος, καὶ μείζονα ταύτης ὁρῶν τοῦ κηρύγματος τὴν διακονίαν, ἔλεγεν· «Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος.» Συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος Ἱερεμίας ἐπὶ τὸ προφητεύειν πεμπόμενος, βοᾷ· «Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι ἐγώ.» Εἰ γὰρ καὶ κάλλιστος ἡμῖν εὐλαβείας ὑπογραμμὸς οἱ ἅγιοι, τὰ τοιαῦτα φθεγγόμενοι φαίνονται, ἀλλά γε τοῖς περὶ τοῦτο δειλίας ὁ τρόπος, οὐ μικρὸν, οὐδὲ ἀκίνδυνον τοῖς ἀσθενέσιν ἀποτίκτει τὸν ὄκνον. Δυσωπεῖ μὲν γὰρ ἡμᾶς ὁ Θεὸς, καὶ τὸν φόβον ἀποπέμπειν παρακελεύεται, πρὸς μὲν Μωσέα λέγων· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου.» Πρὸς δὲ τὸν μακάριον Ἱερεμίαν· «Μὴ λέγε· Ὅτι νεώτερός εἰμι ἐγώ· ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι λαλήσεις.» Οὐκοῦν ἐπὶ τὸ κηρύττειν κἀμὲ τὸν ταπεινὸν τοῦ τῆς ἱερωσύνης καλοῦντος σχήματος, δεδιὼς τὸ γεγραμμένον, «Λάλει καὶ μὴ σιώπα,» ἀναγκαίως ἐπὶ τὸ τὰ τοιάδε γράφειν ἔρχομαι. Κρίσει γὰρ Θεοῦ καλῶς τὸν καθ' ἡμᾶς ἀπαλλάξαντος βίον, καὶ πρὸς τὰς οὐρανίους ἀναπτάντος μονὰς, τοῦ τῆς ἀοιδίμου καὶ πανευφήμου μνήμης Πατρὸς ἡμῶν Θεοφίλου τοῦ γενομένου ἐπισκόπου (καθ' ὃν οἶδεν ὁ πάντων ταμίας λόγον, αἰδοῦμαι γράφων), εἰς ἐμὲ τὸν ἐλάχιστον ἡ τῆς ἐπισκοπῆς κατήντησε διαδοχή. Ἀκούων δὲ τοῦ Παύλου γράφοντος· «Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι,» φόβῳ λοιπὸν καὶ παρὰ δύναμιν ἐπὶ τὸ κηρύττειν ἐλήλυθα. Τοιγάρτοι τῆς ἁγίας ἡμῶν προλαμπούσης πανηγύρεως, καὶ πρὸς καθαρὰν καὶ νόμιμον ἡμᾶς καλούσης ἁγνείαν· τοῖς μὲν ἔτι τῇ κακίᾳ προστετηκόσιν ἀναγκαῖον εἰπεῖν· «Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Τοῖς δὲ τὸ βέβηλον τῆς ἁμαρτίας αἶσχος ἀποφυγοῦσι, καὶ σεμνὴν ἐπασκοῦσι πολιτείας ἀγάπην, εὐαγγελιζέσθω ὁ προφήτης, λέγων· «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλεν.» Ἐπειδὴ γὰρ οἱ τὴν ὑφ' ἡλίῳ πᾶσαν οἰκοῦντες ἄνθρωποι, «μερίδες ἀλωπέκων» γενόμενοι, κατὰ τὸ γεγραμμένον, εἰς πολυειδῆ καὶ πολύτροπον ἐμερίζοντο κακίαν, καὶ τῷ τῆς ἀγνοίας σκότῳ νικώμενοι, καθάπερ εἰς βόθρον εἰς βαθεῖαν ἔπιπτον ἁμαρτίαν· ἀναγκαίως τὸν ἐξ οὐρανοῦ καλῶν ὡς ἡμᾶς Θεὸν Λόγον ὁ Ψαλμῳδὸς ἔλεγεν· «Ὁ ποιμαίνων τὸν