Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.413
Not analysed yet
ἰσαγγέλου πολιτείας τὸ μίμημα, σωφροσύνης πηγὴ, ἐγκρατείας ἀρχὴ, λαγνείας ἀναίρεσις. Διὰ ταύτης καὶ οἱ τρεῖς νεανίαι φοβεροὶ καὶ ἀκαταμάχητοι τοῖς Βαβυλωνίοις εὑρίσκοντο, οἳ, μετέχειν ἐξὸν τραπέζης βασιλικῆς καὶ λαμπρῶν ἑστιάσεων, ἀπὸ τῶν σπερμάτων τῆς γῆς οὐ τρέφεσθαι παρεκάλουν· πολυσαρκίαν μὲν, καὶ σαρκὸς ἐπιθυμίαν Βαβυλωνίοις ἔχειν παραχωρήσαντες, καὶ τὸ κρατεῖν αὐτοῖς ἐπιτρέψαντες, ἐν ᾧ τὸ νικᾶσθαι καλὸν, ψιλὴν καὶ ἀπέριττον ἀγαπήσαντες τροφήν. Ἀλλ' ὅρα μοι τὸν ἐκ τούτου καρπόν. Θείων ὀπτασιῶν ἠξιώθησαν, καὶ πυρὸς ἐφαίνοντο κρείττονες, καὶ βασιλέως ἤλεγχον ἀπειλήν· καὶ λεόντων ἐκράτουν, εἰς τὴν παρὰ φύσιν αὐτοὺς ἡμερότητα μεταβάλλοντες. Τί δὲ τοὺς Νινευΐτας τῆς μεγάλης ἐκείνης διέσωσεν ἀπειλῆς; Ὁ μὲν γὰρ προφήτης ἐκήρυττεν· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.» Οἱ δὲ, καθάπερ τι φρούριον ἀῤῥαγὲς καταλαβόντες τὴν νηστείαν, τὴν θείαν ἐδυσώπουν ὀργὴν, καὶ τῶν προσδοκηθέντων κακῶν ἀπηλλάττοντο. Καὶ πολλὰ μὲν ἄν τις ἔχοι λέγειν τῆς νηστείας τὰ χρήσιμα. Τὸ δὲ πᾶσι καταφανὲς καὶ γνώριμον ὅτι χρηστὸν εἴη, πειρᾶσθαι δεικνύειν καὶ τοῦτο διὰ πολλῶν, περιττὸν οἶμαι καὶ μάταιον. Ἔχει γὰρ ἐξ ἑαυτοῦ τῆς ἀληθείας τὰ γνωρίσματα. Ἐπειδὴ δὲ τῇ τῶν ἐναντίων ἀντιπαραθέσει, φαιδρότερον αὐτῆς τὸ κάλλος εὑρίσκεται, φέρε δὴ καὶ τὰ ἐκ τρυφῆς βρωμάτων ἐπιδείξωμεν πταίσματα· καὶ τὰ ἐκ ταύτης τισὶ συμβεβηκότα ἀναπτύξαντες, μάρτυρας ὥσπερ τῶν εἰρημένων τοὺς πεπονθότας καλέσωμεν. Ηὐλίζετό ποτε κατὰ τὴν ἔρημον ὁ τῶν Ἑβραίων λαός· καὶ Μωσῆς μὲν ἐπὶ τὸ ὄρος ἀνεκέκλητο τὸ Σινᾶ, ἐκεῖ παρὰ Θεοῦ τὸν νόμον ὑποδεξόμενος. Οἱ δὲ, τοῦ παιδαγωγοῦντος τὴν ἀπουσίαν ἀφορμὴν ἀβουλίας ποιησάμενοι, καὶ τῆς προλαβούσης εὐταξίας ὀλιγωρήσαντες, πρὸς ἀλλοκότους ἐπιθυμίας ἐστρέφοντο. «Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.» Τὸ δὲ παίζειν ἐνθάδε, πορνεύειν ἐστὶν, εὐφήμως παρὰ τῇ θείᾳ Γραφῇ παιδιᾶς ὀνόματι καλυπτόμενον. Καὶ τί τοῖς πεπορνευκόσι τὸ ἐκ τούτου κακὸν, ἄκουε τοῦ Παύλου λέγοντος· «Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.» Τί δὲ πάλιν αὐτοῖς λυπηρὸν συνέβη παθεῖν, ὅτε τὴν οὐράνιον τοῦ μάννα τροφὴν παρ' οὐδὲν ἡγησάμενοι, τῆς ἐν Αἰγύπτῳ τροφῆς ἐμέμνηντο λέγοντες· «Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν εἰς πλησμονήν.» Οὐκοῦν καὶ διὰ τούτων ὑμῖν, ὥς γε νομίζω, σαφῶς ἀποδέδεικται τῆς νηστείας τὸ κέρδος. Ἐρεῖ δέ τις τυχόν· Οἶδα μὲν ὅτι τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἀλλὰ τὸ πονεῖν οὐκ ἀζήμιον, μᾶλλον τῇ φύσει πολεμιώτατον. Εἶτα πῶς οὐκ αἰσχρὸν καὶ πάσης ἀτοπίας ἀνάμεστον, τῶν μὲν ἀμεινόνων ἐρᾷν, καὶ τὴν τοῦ συμφέροντος κτῆσιν ποιεῖσθαι περὶ πολλοῦ, τὸ δ' ὅπως προσήκει τῆς ἀπ' αὐτῶν ὠφε-