Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.416
Not analysed yet
λείας γενέσθαι κυρίους, ἣ μηδόλως προσίεσθαι τὴν ἀρχὴν, ἢ περὶ αὐτὸ ῥᾳθυμότερόν πως ἔχοντας φαίνεσθαι, καὶ τὸ μὲν νηστεύειν, ὡς οὐκ ἀκερδὲς εἶναι λέγειν, φεύγειν δὲ τοὺς πόνους, δι' ὧν τὸ κέρδος εὑρήσομεν; Ὅνπερ γὰρ τρόπον τὰ ἐκ γῆς ἀνατρέχειν πεφυκότα βλαστήματα ῥίζαν ἔχει, τῆς γενέσεως τὴν ἀρχὴν ἑτέρως οὐκ εἶναι δυνάμενα· οὕτως ἡ τῆς εὐθυμίας ἀρχὴ, διὰ πόνων εὑρίσκεται, καὶ δι' αὐτῶν ἀνατέλλει καὶ φαίνεται. Δεῖ τοίνυν ἡμᾶς δυεῖν ἑλέσθαι θάτερον· ἢ γὰρ τὸ μηδόλως ἐθελῆσαι πονεῖν βουλευσάμενοι, εὐκλείας μὲν πάσης καὶ τιμῆς ἀμοιρήσομεν, ἐσόμεθα δὲ νεκροῖς παραπλήσιοι, μηδεμίαν τῆς ἑαυτῶν σωτηρίας ποιούμενοι πρόνοιαν· ἢ τὸν ἐκ τοῦ νηστεύειν ἀγαπήσαντες πόνον, κερδανοῦμεν ἐκεῖνα δικαίως, ὅσα μὴ τοῦτο ποιοῦντες ζημίας συμβήσεσθαι. Ὅτε δὲ τὴν ἀρίστην ἐφ' ἑαυτοῖς κυρώσαντες ψῆφον, τὸ κρεῖττον τῶν ὠφελεῖν οὐ πεφυκότων προτιμήσομεν, εἰ τὸ εὖ φρονεῖν αἱρησόμεθα, παντί τῳ σαφές. Εἰ μὲν οὖν τὸ φεύγειν τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις πραγμάτων, διὰ πόνους μικροὺς, βλάβος οὐδὲν προσοίσει τοῖς κεχρημένοις, ἔξω δὲ πάσης ζημίας καὶ κινδύνου καθίστησι τοὺς μὴ τοῦτο ποιεῖν ἑλομένους, πάντων ἂν ἔγωγε θείην ἀλογωτέρους. Εἰ δὲ τὰ μικρὰ παθεῖν παραιτούμενοι, μείζοσι καὶ χαλεπωτέροις περιπεσούμεθα, πῶς οὐκ ἀκόλουθον, μᾶλλον ἐκεῖνο ἑλέσθαι παθεῖν, ᾧ καὶ τῶν πόνων τὸ ἔλαττον, καὶ τὸ κρεῖττον ἀκολουθεῖ; Πυθοίμην ἂν ἡδέως τῶν οὕτω διακειμένων, πότερόν ποτε τὸ νηστεύειν ἐροῦσιν ὀχληρὸν, ἢ τὸ δι' αἰῶνος κολάζεσθαι; Ἀλλ' οἶμαι καὶ ἄκοντας ἂν ὁμολογήσειν, ὅτι τὸ χεῖρον εἰς τιμωρίαν ἀποβλητέον. Ἀνάγκης τοίνυν ἡμῖν προσαγούσης ἀμφότερα, τί μὴ, τὸ κρεῖττον ἁρπάσαντες, ἄριστα περὶ ἑαυτῶν βουλευσώμεθα; Δεῖ γὰρ ἢ πονοῦντας ἡμᾶς, τῶν κακῶν ἀπαλλάττεσθαι· ἢ τοῦτο πράττειν ὀκνήσαντας, πυρὶ ἀσβέστῳ κατακρίνεσθαι. Κἀκεῖνο δὲ τοῖς εἰρημένοις προσθεῖναι καλόν· ὅτι τῶν ἡδέων ἡ χρῆσις τότε μᾶλλόν ἐστι τοῖς ἔχουσι χαριεστέρα, ὅταν τι τῶν μὴ τοιούτων γενέσθαι συμβῇ. Τοῖς μὲν γὰρ διὰ νόσον κειμένοις, τὸ τῆς ὑγείας ἀγαθόν ἐστι καταφανέστερον. Οἱ δὲ πενίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἀπορίᾳ τριβόμενοι, περὶ τὸ κερδαίνειν εἰσὶ διὰ τοῦτο προθυμότεροι. Ὧν γὰρ οὐκ ἔχουσι, ζητεῖν ἀναγκάζονται τὴν ἀπόλαυσιν· καὶ συλλήβδην εἰπεῖν τῇ τῶν ἡδέων ἀπολείψει, μείζων ὁ περὶ ταῦτα πόθος γίνεται. Οὕτω καὶ ὁ τῶν πάντων ἀριστοτέχνης Θεὸς τόδε τὸ πᾶν διεκόσμησεν· ἡλίῳ μετὰ νύκτα τὸ φαίνεσθαι δοὺς, καὶ μετ' ἐκεῖνον αὐτῇ. ἵνα δι' ἀλλήλων ἀμειβόμενοι, χαριεστέραν τῆς ἑαυτῶν παρουσίας ἐπιτελῶσι τὴν χρείαν. Τοῦ μὲν παρόντος ὀλιγωρεῖν τῆς ἀνθρώπου διανοίας εἰθισμένης ἀεί· τῷ δὲ κόρῳ τοῦ φθάσαντος, ἀνηβώσης ἐπὶ τὸ μέλλον καὶ προσδοκώμενον. Κρατήσει δὲ τῶν εἰρημένων ἡ δυνάμις ἐπί τε νηστείας καὶ τρυφῆς. Οὐκοῦν τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἵνα καιροῦ καλοῦντος ἀπολαύσῃς ἡδύστερον.