Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.421
Not analysed yet
Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε.» Μισοῦσι γὰρ τῆς ὠφελείας τοὺς τρόπους, οἷς οὐκ ἀρέσκει τὸ σώζεσθαι, καὶ οὐ φεύγει μὲν τῆς φιληδονίας τὸν καιρὸν ὁ τοιοῦτος εἶναι μὴ παραιτούμενος· ἀεὶ δὲ πρὸς τὸ χεῖρον ἐκτείνεται, τὸ σωφρονεῖν οὐκ εἰδώς. Μαρτυρήσει τοῖς εἰρημένοις ἡ σκληρὰ καὶ ἀμείλικτος τῶν Ἰουδαίων προαίρεσις, μήτε τὸ περιπεσεῖν τοῖς τοιούτοις φυλαξαμένη τὴν ἀρχὴν, καὶ τῆς τοῦ Δεσπότου φιλοτιμίας ὑπερφρονήσασα. Εἰ γὰρ ἐξὸν αὐτοὺς μεταγινώσκοντας σώζεσθαι, καὶ τῶν συμφερόντων ὀλιγωρήσαντες, καὶ τοσαύτην φιλανθρωπίαν παρ' οὐδὲν λογισάμενοι, πῶς οὐκ εὐλόγως καθ' ἑαυτῶν τὸ μὴ δεῖν ἐλεεῖσθαι κυρώσουσι; Πῶς γὰρ οὐ πάσης ἐπέκεινα δραμόντες ἀλαζονείας εὑρίσκοιντο, οἳ παρὸν αὐτοῖς εὑρέσθαι τῆς τιμωρίας ἀπαλλαγὴν, τῆς ἁμαρτίας ἀποδημήσασι, βαρυτέραν ἑαυτοῖς καλοῦσι τὴν κόλασιν, ἀεὶ τοῖς φθάσασι μείζονα προστιθέντες τὰ πλημμελήματα; Τοῖς δὲ τοῦτον διακειμένοις τὸν τρόπον τὸ κολάζεσθαι πλέον, ἢ τὸ μὴ κακῶς παθεῖν πρεπωδέστερον. Οὐκ ἂν γάρ τις ἁμάρτοι τὸν ἐπὶ τούτοις ἔλαιον ἀναιρεῖσθαι συμβουλεύων. Οὐκ ἐμὸς ὁ λόγος. Ὁ πάντων Δεσπότης τὰ τοιαῦτά φησιν, ὅτε τὸν προφήτην ὑπὲρ αὐτῶν προσευχόμενον ἀπέτρεπε· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τὸ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταὶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργήσωσί με.» Οἱ υἱοὶ τὰ ξύλα συλλέγουσιν, οἱ πατέρες τὸ πῦρ ἀνακαίουσι, τὰ γύναια τρίβουσι τὸ σταὶς, ἵνα μηδὲν ἔξω τῆς ἁμαρτίας εὑρίσκηται· πάνυ δὲ τὴν ἁμαρτίαν ἐργαζόμενοι, δικαίως ἀκούσουσιν. «Ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν μοι. Καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.» Φιλονεικεῖ γὰρ ἀεὶ τῷ μεγέθει τῶν ἁμαρτημάτων ὁ τῆς κολάσεως τρόπος, καὶ τοῖς ἐπταισμένοις ἀκολουθεῖν ἀνάγκη τὴν ἁμαρτίαν ἰσόῤῥοπον. Τί δ' ἂν γένοιτο μεῖζον εἰς τὸ παθεῖν ἃ προσῆκεν ἢ χαλεπώτερον τοῖς ἐπὶ τοσούτῳ ἑαλωκόσιν, ἢ τῆς μὲν θείας ἱερουργίας ἀπείργεσθαι, ζημιοῦσθαι δὲ τὴν αὐτοῖς ὑπάρχουσαν παρὰ Θεῷ μνήμην, δι' ἣν τοῦ εὖ εἶναι λαχόντες πάσης, ὡς ἔπος εἰπεῖν, εὐθυμίας διετέλουν ὄντες ἀπροσδεεῖς; Ἀλλὰ γὰρ ἡ εὐπραγία δεινόν τι χρῆμα, καὶ τοῖς ἀνοήτοις ἀφόρητον. Ὅταν δὲ δὴ καὶ οὓς ἔχειν αὐτὴν ἥκιστα χρὴ, φαίνωνται πορισάμενοι, τότε καὶ πρόφασις ἀπονοίας τοῖς κεκτημένοις εὑρίσκεται. Τοῦτο παθόντες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς τοῦ Δεσπότου φιλανθρωπίας ὑπερφρονήσαντες, τὸν μὲν θεῖον ὅτι προσήκει φυλάττειν νόμον οὐκ εἰδέναι θελήσαντες, ῥᾳθυμίας δὲ πάσης