Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.420
Not analysed yet
ϛ. Καὶ οἱ πάντων ἀνθρώπων παραφρονέστατοι Ἰουδαῖοι, καὶ ταῖς τῶν πλημμελημάτων ὑπεροχαῖς, τῇ τῶν πατέρων ἀσεβείᾳ φιλονεικήσαντες, αἰσχύνης καὶ γέλωτος ἄξια πράττειν ἐνόμιζον, εἰ τὸ νικᾷν αὐτοῖς ἐν ἁμαρτίαις παραχωρήσαιεν. Μὴ γὰρ ἑτέρως ἄξια τῶν γεγεννηκότων φρονοῦντας εὑρίσκεσθαι σφᾶς αὐτοὺς ὑπελάμβανον, εἰ μὴ τοῖς αὐτοῖς ἢ καὶ χείροσι περιπίπτοιεν ἀτοπήμασιν. Ἐπὶ τούτοις δυσχεραίνων καὶ δικαίως ἀγανακτῶν, ὁ πάντων Δεσπότης ἔφασκε Θεός· «Ἀφ' ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης, ἐξαπέστειλα πρὸς ὑμᾶς, πάντας τοὺς δούλους που τοὺς προφήτας ἡμέρας ὄρθρου· καὶ ἀπέστειλα, καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν. Ὦ μόνοι τοὺς φύσαντας τῇ συγγενείᾳ τῶν ἀσεβημάτων ἐπιδειξάμενοι, καὶ τῇ ταυτότητι τῆς γνώμης, τὸ τίνων γεγόνατε παῖδες γνωρίσαντες. Ὦ τοὺς γεγεννηκότας ἐν ἀσεβείᾳ νικήσαντες, καὶ τοῖς κατὰ τοῦ νόμου νεανιεύμασι τῆς ἐκείνων ἀσθενείας κατηγορήσαντες· μόνοις ὑμῖν παρέστη κρατεῖν, ἐν οἷς ἦν ἡττᾶσθαι λυσιτελέστερον. Ὦ νίκην ἀράμενοι πάσης ἀδοξίας χαλεπωτέραν. Ὦ ψῆφον λαχόντες ἑλεῖν ἢ νῖκος, ἣν οὐκ ἔχοντας, ἐπ' ἐλάττοσι κακοῖς τάχα που τολμᾷν καὶ σεμνύνεσθαι ὑμῶν ὁ πάντων κριτὴς καταδικάζει Θεὸς· «Ἐσκλήρυναν, φάσκων, τὸν τράχηλον αὑτῶν.» Ἐπὶ τούτοις αὐτοὺς θρηνεῖσθαι κελεύει τῷ προφήτῃ, καί φησι, «Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε, καὶ ἀπώσατο Κύριος τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα. Ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐνώπιόν μου, λέγει Κύριος.» Εἶτα καὶ τὸν τρόπον τῆς ἀσεβείας αὐτῶν ἐξηγούμενός φησιν· «Ἐπάταξαν τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὸν, καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφέθ.» Εἰς γὰρ τοσαύτης μανίας ἐξῆλθον ὑπερβολὴν, ὡς καὶ αὐτὸν τὸν εὐεργέτην ἀρνήσασθαι, καὶ τὸ λατρεύειν εἰδώλοις ἡγεῖσθαι χρησιμότερον. Καὶ γοῦν ὀνόματα θεῶν ἐν ἑαυτοῖς ἀναπλάττοντες, θυσίας αὐτοῖς ἐπετέλουν. Ἕτεροι δὲ τοῖς οἰκείοις περιελκόμενοι πάθεσιν, εἰς ἀλλοκότους ἐπιθυμίας τὸν νοῦν ἐμερίζοντο, καὶ καταλαβόντες τῶν ἐν ὄρεσιν ἀλσῶν τὰ εὐανθέστερα, θυσίας ἐκεῖ τοῖς δαίμοσιν ἐπῆγον, νύμφας, ὡς ἔμοιγε δοκεῖ, κατὰ τοὺς Ἑλλήνων ποιητὰς, Ἁμαδρυάδας καὶ Ὀρειάδας ἐπικαλούμενοι. Καὶ πρὸς πᾶσαν ἐπιθυμίαν ἀναιδῆ διαχεόμενοι, ἐφ' οἷς καταδύεσθαι μᾶλλον ἐχρῆν ἐπὶ τούτοις μεγαλαυχούμενοι, οὐ μικρὰ τὸν νομοθέτην λυποῦντες ἐφαίνοντο. Διὰ τοῦτο καὶ Ἱερεμίᾳ τῷ προφήτῃ φησίν· «Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑπωκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ. Καὶ εἶτα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα·