Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.425
Not analysed yet
μου, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξηται ἢ ἀντείπῃ μοι,» γέλωτα καὶ παίγνιον τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται. Οὗτος τὴν τυραννίσασαν ἐφ' ἡμᾶς ἁμαρτίαν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας καθελὼν, καθαρὰν ἀνέδειξε τὴν οἰκουμένην. Οὗτος ἡμᾶς ἐδίδαξε τῆς σωτηρίας τὴν ὁδόν· καὶ καθάπερ ἀχλὺν ἢ νέφος ἀποσκεδάσας τὴν ἄνοιαν, λαμπρὰν ἡμῖν τῶν θείων δογμάτων τὴν γνῶσιν ἀπέφηνεν. Αὐτὸς ἡμᾶς ἰσοπολίτας τοῖς ἐν οὐρανῷ καθίστησιν ἀγγέλοις. Αὐτὸς τοῖς ἐπουρανίοις συνῆψε τὰ ἐπίγεια, καὶ ὁμοδίαιτον τοῖς ἐκεῖσε τυγχάνουσι πνεύμασι τὴν ἀνθρώπου φύσιν ἀπέδειξε, κεχωρισμένην μὲν πάλαι διὰ τῆς ἁμαρτίας, καὶ δραπετεύσασαν, συναφθεῖσαν δὲ νῦν διὰ τῆς πίστεως, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας. Τοῦτον οἱ τάλανες Ἰουδαῖοι Σωτῆρα καὶ Κύριον ὁμολογεῖν οὐκ ἠθέλησαν, ἀλλ' ὥσπερ ἐπὶ πλείστοις ἠδικημένοι, ὅτι δὴ τὸ γένος εὐεργετήσων παρῆν, καὶ σώσων ἡμᾶς ἐκ τοσαύτης ἀπωλείας ἐλήλυθε, δέον ἐφ' οἷς εὖ πεπόνθασιν ὁμολογοῦντας τὴν χάριν, εὐγνώμονας φαίνεσθαι, θανάτῳ καὶ σταυρῷ παραδεδώκασιν. Ἐπὶ δὲ τοῦ ξύλου κρεμάμενον βλέποντες, πάλιν ἐδυσφήμουν οἱ Ἰουδαῖοι, καὶ ὀνειδίζοντες ἔλεγον· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι.» Ὑπομείνας τοίνυν τὸν ὑπὲρ πάντων ἡμῶν θάνατον ὁ Σωτὴρ, καὶ καταβὰς εἰς τὸν ᾅδην, σκυλεύει μὲν τοῦ διαβόλου τὸν πλοῦτον, λέγων «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε,» καθάπερ ὁ προφήτης φησί. Τριήμερον δὲ τὸν ἑαυτοῦ ναὸν ἀναστήσας, τῶν κεκοιμημένων ἀπαρχὴν, τὴν μὲν φύσιν τοῦ θανάτου δεσμῶν ἐλευθέραν ἀπέδειξε, λέγων· «Ποῦ τὸ νῖκός σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη;» βατὸν δὲ αὐτῇ κατασκευάζων τὸν οὐρανὸν μετὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ἀναλαμβάνεται. Ἀπαρχήν τινα τῆς ἀνθρώπων φύσεως προσάγων ἑαυτὸν τῷ Πατρὶ, ἀῤῥαβῶνα δὲ ὥσπερ ἡμῖν τῆς μελλούσης ἐλπίδος τὸ Πνεῦμα χαρίζεται, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ταῦτα τῆς τοῦ Σωτῆρος ἡμῶν σωτηρίας τὰ γνωρίσματα· ἐπὶ τούτοις αὐτὸν εὐεργέτην καὶ Σωτῆρα κηρύττομεν. Ἐπειδὴ δὲ διὰ τῶν ἔργων αὐτῶν προσήκει γνησίους εὑρίσκεσθαι, καὶ καλὴν διὰ τούτων ἀντιδιδόναι τῷ Δεσπότῃ τὴν ἀμοιβὴν, ὑπακούσωμεν Παύλῳ λέγοντι· «Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.» Οὕτω γὰρ, οὕτω καθαρὰν τῷ Δεσπότῃ τὴν νηστείαν ἐπιτελέσομεν, ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ πεντεκαιδεκάτης τοῦ Μεχὲρ μηνός· τῆς ἑβδομάδος δὲ τοῦ σωτηριώδους Πάθους ἀπὸ εἰκάδος τοῦ Φαρμενὼθ μηνός· περιλύοντες δὲ τὰς νηστείας τῇ πεμπτῇ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, κατὰ τὸ ἔθος, ἑορτάζοντες δὲ τῇ ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς Φαμενώθ· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ μετὰ τῶν ἁγίων τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσομεν ἐν Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.