Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.428
Not analysed yet
ΛΟΓΟΣ Βʹ. αʹ. «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε.» Τρέχει δὲ καὶ ἡμῖν ἐπὶ ταύτην ὁ λόγος τὴν ἀρχὴν, καὶ μάλα εἰκότως· ἑορτὴ γὰρ τὸ κηρυττόμενον. ᾯ δὲ τὸ δεῖν ἡμᾶς ἐπὶ τοῖς τοῦ Σωτῆρος ἥδεσθαι κατορθώμασιν ἀγγέλλειν σκοπὸς, τούτῳ πῶς ἂν εὐλόγως καὶ ἑτέρα γένοιτο τῆς εὑρημένης [ἴσ. εἰρ.] πρεπωδεστέρα; Οὐκοῦν βαδιεῖται μὲν ἐπὶ ταύτην ὀρθῶς· τὸ δὲ δοκεῖν ἔξω φέρεσθαι τοῦ πρέποντος ἡμῖν σκοποῦ πανταχοῦ παραιτήσεται, διηγημάτων μὲν εἰκαίων ἀποφοιτῶν, ἃ δὲ καλῶς ἔχειν εἰπεῖν, καὶ λυσιτελήσειν τοῖς ἀκροωμένοις ὑπείληφε, ταῦτα καιρῷ τῷ δέοντι φέρειν εἰς μέσον προθυμούμενος. Καιρὸς μὲν οὖν, τὸ θεῖον, παντὶ πράγματι, διηγόρευσε λόγιον. Καιρὸς δὲ, εἰ καί τις ἕτερος ἡμῖν, ὁ παρὼν πρὸς τὴν τοῦ κηρύγματος χρείαν ἁρμοδιώτατος. Ἤδη μὲν οὖν ἡ πανεύφημος ἡμῶν ἑορτὴ, τὸν ἐτήσιον ἐξελίσσουσα κύκλον, γέγονεν ἡμῖν ἐπὶ θύραις, καὶ μονονουχὶ τὸν οὐδὸν ὑπερτείνασα, ταῖς ἁπάντων ψυχαῖς εἰσοικίζεται. Εἴη δ' ἂν, ὥς τέ μοι φαίνεται, τῶν ἀτοπωτάτων, Ἰουδαίους μὲν ἐπὶ νόμῳ, καὶ σκιᾷ, καὶ τύπῳ σεμνυνομένους, τοῖς διὰ σαλπίγγων ἀπηχήμασι προκηρύττειν τὰς ἑαυτῶν ἑορτάς· ἡμᾶς δὲ, τοὺς τῶν παρ' ἐκείνοις τὰ ἀμείνω προτιμήσαντας, καὶ τῶν ἐσχηματισμένων ὅτι δέοι προκρίνειν τὴν ἀλήθειαν ὀρθῇ καὶ δικαίᾳ ψήφῳ κυρώσαντας, πολὺ περὶ τοῦτο τῆς ἐκείνων σπουδῆς ἔλαττον ἔχοντας φαίνεσθαι, εἰ σιγὴν ἔχειν ἀλλήλοις εἰπόντες ἡσυχῇ καθεδούμεθα, καὶ σιωπῇ παραδώσομεν τὴν οὕτως εὔσημον ἑορτὴν, καίτοι τοῦ Θεοῦ λέγοντος· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ λόγος, τὴν εὔσημον τῆς ἑορτῆς ἡμέραν εὐσήμῳ διαγγέλλων κηρύγματι. Ὅσα μὲν γὰρ διὰ τῆς τοῦ Σωτῆρος φιλανθρωπίας ὑπήρχθη τῇ φύσει πλεονεκτήματα, κἂν ἡμεῖς σιωπήσωμεν, «οἱ λίθοι κεκράξονται,» κατὰ τὴν αὐτὴν τοῦ Σωτῆρος φωνήν. βʹ. Ἐμοὶ δὲ τῶν γεγονότων ἕκαστα διασκεπτομένῳ σαφῶς, πολύς τις πραγμάτων ὄχλος ἀναφαίνεται, ἐφ' ᾧπερ ἄν τις εἰκότως, οὐ μετρίαν ἔχοι τὴν μέμψιν τὸ σιωπᾷν ᾑρημένος. Εἰ γὰρ ὀρθὰ καὶ δίκαια φρονεῖν μελετήσαντες, τῶν ἀρίστων εἶναι λογιούμεθα, τὴν ἐφ' οἷς εὖ πεπόνθαμεν εὐχαριστίαν ἀναπέμπειν Θεῷ, εἶτα τοῦτο παρ' ἡμῖν ἐν οὐδενὸς μέρει τετάξεται, πῶς οὐ πάντως αὐτοὶ κατὰ τῶν οἰκείων στρατευσόμεθα βουλευμάτων, εἰ μὴ ταῦτα πράττειν ἐθέλοιμεν, ἐφ' οἷς ἂν εὐλόγως καὶ ἑτέρους αἰτιασαίμεθα ῥᾳθυμήσαντας; Οὐκοῦν ἀναφέρωμεν τῷ Σωτῆρι τὰ χαριστήρια. Ἀλλ' ἴσως ὄκνου πρόφασιν καὶ δειλίας ποιησόμεθα τὸ μὴ δύνασθαι λέγειν ἐπαξίως τῶν κατορθωμένων, καίτοι πάντες ἂν, οἶμαι, συμφήσειαν, ὅτι τοῖς ἀμείνοσι τὸ νικᾷν ἐπιτρέπειν, ἀσθενείας ἔγκλημα φέρει, ἀλλ' εὐβουλίας ὑπόληψιν ἐκπορίζε-