Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.432
Not analysed yet
ἡμᾶς αὐτοὺς τὴν τῶν πραγμάτων μετασκευάζοντες δύναμιν, καὶ μετατιθέντες εἰς τὸ χρήσιμον τοῦ νοήματος τὸν σκοπὸν, ἴδωμεν ἀκριβῶς εἰ τοῦ πρέποντος ἡμῖν ὁ λόγος διαμαρτήσεται, μῆνα τῶν νέων ἀποκαλῶν τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐφ' ᾧ δὴ σύμπαντας ἑορτάζειν ἀκόλουθον. Οἴχεται μὲν γὰρ ἤδη πρὸς ἀπώλειαν ὁ δαίμων ἐκεῖνος ὁ ἀρχέκακος, χειμῶνος δίκην ταῖς ἁπάντων ἐπισκήπτων ψυχαῖς, καὶ ὥσπερ τι πλῆθος ὑετοῦ τὰς ἀτόπους ἡμῖν καταστάζων ἐπιθυμίας. Ἡ δὲ τῶν ἀκαθάρτων πνευμάτων ἰσχὺς ἀπελήλαται, τὸ στυγνὸν τῆς ἁμαρτίας νέφος ἀπετινάχθη διὰ τῆς χάριτος. Ἠρινὸν δὲ ὥσπερ εἰς ἡμᾶς τέταται φῶς· εἶτα πρὸς τούτοις ἡ δοθεῖσα τοῦ Πνεύματος ἀπαρχὴ, καθάπερ τις ζέφυρος ἢ αὔρα λεπτὴ τὰς ἁπάντων ψυχὰς περιπνεῖ, καλύκων εἰς εὐωδίαν οὐχ ἡττωμένους τοὺς ἐν οἷς κατοικεῖν διαφόρως κατασκευάζουσα. «Χριστοῦ γὰρ εὐωδία ἐσμὲν τῷ Θεῷ,» καθάπερ Παῦλός φησι. Καὶ τὴν μὲν παλαιότητα τοῦ παρῳχηκότος βίου, οἷά τι φύλλον ἀποβεβλήκαμεν, εἰς ἑτέραν δὲ αὖθις ἀνανεούμεθα πολιτείαν ἀρτιθαλῆ καὶ νεόφυτον. Οὕτω καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν. ἰδοὺ γέγονε καινά.» Εἰ δέ τῳ δοκεῖ καὶ διὰ τῆς θείας Γραφῆς, οὐ μακρὰν τῆς ἀληθείας ἀποδημήσαντα τὸν λόγον ὁρᾷν, ἀκουέτω λέγοντος τοῦ νυμφίου, καὶ τὸν ἀληθέστερον μῆνα τῶν νέων τῇ νύμφῃ σημαίνοντος· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν.» Ὅνπερ γὰρ τρόπον οἱ τὴν τοῦ γηπονεῖν ἐπιστήμην ἐξησκημένοι καλῶς, τὰ μὲν ἄχρηστα τῆς ἀμπέλου περικείρουσι κλήματα· τὰ δ' ὅσα πρὸς καρποφορίαν ἐπιτηδείως ἔχειν δοκεῖ, μένειν ἐν αὐτῇ συγχωροῦσιν, ὁμοῦ τῆς οἰκείας τέχνης πρὸς τὸ συμφέρον χειραγωγούμενοι, οὕτω καὶ ὁ πάνσοφος ἡμῶν Θεὸς, τὴν ἑκάστου διάνοιαν διερευνώμενος, τὰ μὲν ἀργότερα πρὸς εὐσέβειαν, καὶ, ὡς ἄν τις εἴποι, λοιπὸν ἀπεσκληκότα βουλεύματα περιτέμνει· ἀνίεσθαι δὲ καὶ σώζεσθαι, καὶ μένειν ἐᾷ τὸν σώφρονα λογισμόν. Ἐντεῦθεν ἤδη πρὸς σωτηρίαν παιδαγωγούμενοι, τὰ μὲν τῆς σαρκὸς ἀποπεμπόμεθα πάθη, τὴν δὲ καθαρὰν τοῦ Πνεύματος χάριν ἐν ἑαυτοῖς εἰσοικίζοντες, εἰς ἀμείνονα πολιτείαν ἀναμορφούμεθα, καὶ τῶν τοῦ Παύλου ῥημάτων μεμνήμεθα, λέγοντος· «Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν ἐν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ.» Συζησόμεθα γὰρ ἀληθῶς, καὶ συμβασιλεύσομεν αὐτῷ, τὸν μὲν ἀπὸ τοῦ σώματος ἐκτρεπόμενοι μολυσμὸν, καὶ μισοῦντες, καθάπερ τις τῶν ἁγίων φησὶ, τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα· τιμῶντες δὲ τὴν Θεῷ φίλην ἐγκράτειαν, καθάπερ τι δῶρον τῷ ὑπὲρ