Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.433
Not analysed yet
ἡμῶν ἀποθανόντι Χριστῷ τὸν ἐν ἀρετῇ βίον ἀποκομίζοντες Οὕτω καὶ ὁ Ψαλμῳδὸς ἔλεγε· «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.» Ποῖον οὖν ἔσται παρ' ἡμῶν τῷ Κυρίῳ τὸ δῶρον, ἢ τίνι τρόπῳ προσαχθήσεται, πῶς δὲ πάλιν ἔσται δεκτὸν, ἄξιον ἐρευνῆσαι, καὶ παρὰ τῆς θείας τοῦτο μανθάνειν Γραφῆς. δʹ. Τί τοίνυν φησί; «Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ' αὐτῷ λίβανον. Θυσία ἐστί.» Τὰ μὲν οὖν τῆς σεμιδάλεως ψήγματα εἰς ἄρτον ἕνα πηγνύμενα, τὸ πολύχουν τῶν ἀρετῶν σημαίνει πλῆθος, μίαν ἀποτελούντων εὐσέβειαν, ἥτις ἐν τάξει θυσίας καὶ δώρου παρ' ἡμῶν προσάγεται τῷ Θεῷ· ἐπιχεῖσθαι δὲ αὐτῇ κελεύει τὸ ἔλαιον, ὅπερ ἐστὶν ἱλαρότητος σύμβολον. Οὐ γὰρ ἐπιστυγνάζειν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶσι προσήκει τὸν δίκαιον· ἀλλὰ τῇ ἐλπίδι χαίροντα τὴν ἁμαρτίαν καταγωνίζεσθαι. Ὁ δὲ λίβανος ἐπιπαττόμενος τὴν ἀπὸ τῶν ἔργων εὐωδίαν παραδηλοῖ. Δεῖ γὰρ ἔξω πάσης ἀκαθαρσίας ὑπάρχειν, καὶ πᾶσαν ἡδονὴν ἀποτρέπεσθαι πονηρὰν, τὸν τῆς ἁγνείας ἔχειν ἐπιθυμοῦντα τὸ καύχημα. Οὕτω γὰρ αὐτὸς μὲν εἴη παντὸς ἐπαίνου μεστὸς, δεκτὸν δὲ αὐτοῦ τὸ θυμίαμα γενήσεται. Ἴδωμεν δὲ τῶν λεγομένων τὴν φύσιν, ἐκ τῶν καθ' ἑαυτοὺς τὰ θειότερα δοκιμάζοντες. Ἆρα γὰρ, εἴ τίς τινι τῶν κατὰ τὸν βίον λαμπρῶν δῶρον ἐθέλησε προσφέρειν, ἐτόλμησεν ἂν προσελθεῖν βορβόρῳ τὸ σῶμα κατακεχρισμένος; οὐ βδελυρός τις ἂν εἴη καὶ ὑβριστής; οὐ πάσης ἀηδίας ὁ τοιοῦτος ἄξιος; Εἰ δὲ ἐφ' ἡμῶν αὐτῶν, τὸν ἄριστα τοῖς πράγμασι χρώμενον, οὐκ ἔξω τοῦ πρέποντος εἶναι δώσομεν λογισμοῦ, πῶς ἄν τις εἰκότως οὐκ ἐπὶ τοῖς τυχοῦσι ἀτοπήμασι καταιτιῷτό τινα, εἰ Θεῷ μὲν πλησιάζειν ἐθέλοι, οὔπω μὲν τῆς ἁμαρτίας τὸ ῥύπον ἀπονιψάμενος φαίνοιτο, καίτοι τοῦ θείου νόμου διαῤῥήδην λέγοντος· «Πᾶσα θυσία ἣν ἂν προσφέρητε τῷ Θεῷ, οὐ ποιήσετε ζυμωτόν. Πᾶσαν γὰρ ζύμην, καὶ πᾶν μέλι, οὐ προσοίσετε ἀπ' αὐτοῦ καρπῶσαι τῷ Κυρίῳ δῶρον. Ἀπαρχὰς προσοίσετε αὐτά. Ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ πᾶν δῶρον θυσιασμάτων ὑμῶν ἁλὶ ἁλισθήσεται. Οὐ διαπαύσεται ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν, καὶ ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἅλας.» Τί μὲν οὖν ἡ ζύμη παραδηλοῖ, νοήσεις τοῦ Παύλου λέγοντος· «Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Πῶς γὰρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ τῆς κακίας ἡ παλαιότης παραδεχθήσεται, νέαν καὶ ἄδολον παρ' ἡμῶν ἐπιζητοῦντι ζωήν; ἀποφάσκει μὲν καὶ τὴν τοῦ μέλιτος προσαγωγήν· ἡδονὴν γὰρ καὶ τοῦτο σημαίνει. Γλυκεῖα μὲν γὰρ εἶναι δοκεῖ ἡ ἐφ' ἑκάστῳ τῶν ἁμαρτημάτων ἡδονὴ, καὶ χολῆς πικρότερον ἔχει τὸ τέλος. Δεῖ δὲ ἡμᾶς, εἰ τὸ ἀρέσκειν Θεῷ τετιμήκαμεν, οὐ τὸν ἐν αἰσχρότητι καὶ ἡδοναῖς