Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.444
Not analysed yet
ἐξ ἀμφοῖν τῆς ἕξεως καὶ τῆς ἐν τοῖς εἰρημένοις ποιότητος συνούσης εἰς ἓν, σεμνός τις καὶ προσηνὴς ἀναδείκνυται τρόπος· ὅτι τῇ πρὸς ἄλληλα σχέσει, τὸ ἐν ἑκάστῳ λυποῦν ἀφανίζεται, καὶ τῆς μὲν ἀκριβείας ὁ τόνος ἐν τῷ τῆς ἀδείας λείῳ παρεκλυθήσεται· τὸ δὲ τῆς ἀδείας περιττὸν, οἷά τινι δρεπάνῃ ταῖς ἀπὸ τοῦ νοῦ δεινότησι περιτεμνόμενον, ὀρθὴν καὶ ἀκατηγόρητον ἐπιδείξει τὴν ἀγωγήν. ζʹ. Καλὸν μὲν οὖν, ἀγαπητοὶ, ζηλοῦν τὰ βελτίονα, καὶ ὅπερ ἂν ἔχοι τὸ πλέον εἰς ἀρετὴν, τούτῳ μᾶλλον φείδεσθαι. Ἀλλ' ὥσπερ ὁ Παῦλός φησι· «Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ· ὁ μὲν, οὕτως· ὁ δὲ, οὕτως.» Ἀγαθὸς γὰρ ὑπάρχων ὁ πάντων ἡμῶν δημιουργὸς, καὶ τοῖς ἀσθενεστέροις τοῦ σώζεσθαι δίδωσιν ἀφορμάς· ἐπαίνου μὲν μείζονος ἀξιῶν τὸν ἐν τοῖς τελειοτέροις διαπρέπειν σπουδάζοντα· φιλανθρωπίας δὲ ὅμως οὐκ ἀμοιρεῖν ἐπιτρέψας καὶ τὸν ᾧ τοσοῦτον οὐ μέτεστιν ἀρετῆς. Ὥσπερ γὰρ οὐχ ὅμοια πρόσωπα προσώποις, καθά φησιν ὁ Σολομὼν, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Μία μὲν γὰρ ἡ τοῦ σώματος φύσις, καὶ διὰ τῶν αὐτῶν ἀπηρτισμένη μορίων· τὸ δὲ τῶν ἐν ἑκάστῳ χαρακτήρων διάφορον τὴν ἀλλαγὴν ἐργάζεται. Οὕτω καὶ ἐπὶ τῆς διανοίας εὑρήσομεν· διὰ μὲν τῶν αὐτῶν ἐνεργειῶν, ἴσην ἐν ἅπασι συγκειμένην, ταῖς δὲ τῶν ἕξεων ποιότησι μεριζομένην εἰς ἀνομοιότητα. Τοιοῦτόν τινα νοῦν καὶ διὰ τῆς εὐαγγελικῆς παραβολῆς ἀποτίκτεσθαι νομίζω. «Ἐξῆλθε γὰρ, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ· ἐν δὲ τῷ σπείρειν αὐτὸν, ἃ μὲν εἰς τὰς ὁδοὺς καὶ τὰ πετρώδη, ἃ δὲ εἰς τὰς ἀκάνθας, ἃ δὲ εἰς τὴν γῆν πέπτωκε τὴν καλὴν, καὶ ἐποίησε καρπὸν, ὁ μὲν ἑξήκοντα, ὁ δὲ τριάκοντα.» Ὁρᾷς πῶς τὴν μὲν γῆν ἔφησε πᾶσαν εἶναι καλὴν, περὶ δὲ τὴν τῶν καρπῶν διαφορὰν τὸ ἀνώμαλον φαίνεται. Ὁ μὲν οὖν ἑκατὸν ἀριθμὸς, τοὺς ἐν ἀρετῇ τελείους παραδηλοῖ, καὶ τοὺς εἰς ἀκροτάτην ἀναβεβηκότας εὐσέβειαν· ὁ δὲ ἑξήκοντα, τοὺς ὀλίγον μέν τι τῶν εἰρημένων ὑποβεβηκότας, εἴσω δέ που καὶ αὐτοὺς ἀρετῆς ὑπάρχοντας οὐ μικρᾶς· ὁ δὲ τριάκοντα, τοὺς ἔτι μὲν καταδεεστέρους, οὐ μὲν ἔξω τῆς καλλίστης ὑπάρχοντας γῆς, οὐδὲ τοῦ διδόναι καρπὸν ἐστερημένους, κἂν τοῦ τελείου καὶ τοῦ μικρὸν ὑποβεβηκότος ἀπολιμπάνωνται, ὥσπερ δὲ ἐν τρίτῃ τάξει τῶν ἐν ἀρετῇ κείμενοι. «Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ,» καθά φησιν ὁ Σωτὴρ, τὸ ἑκάστῳ χρεωστούμενον τῆς τιμῆς μέτρον ὁρίζουσαι. Οὕτω καὶ ἡ τῶν ταλάντων διανομὴ τοῖς οἰκέταις ἐγένετο. «ᾯ μὲν γὰρ, φησὶν, ἔδωκε πέντε· ᾧ δὲ, δύο· ᾧ δὲ ἕν.» Καίτοι τῆς φύσεως ἐν ἴσῳ πᾶσι κειμένης, καὶ ὅσον εἰς τὸν οἰκεῖον λόγον ἐπιτηδείως ἐχούσης, καὶ πρὸς τὸ τέλειον, οὐδεμίαν ἔδει διαφορὰν ἐν τούτοις ὁρίζεσθαι, ἀλλὰ πᾶσιν ἐξ ἴσου τὰ πέντε τάλαντα διανέμεσθαι. Νυνὶ δὲ τῆς δόσεως τὸ ἀνώμαλον ἀνομοιότητά τινα τῶν ἕξεων εἰσφέρει, οὐκ ἐν ἴσῳ μέτρῳ παραδεχομένων τὴν εὐσέβειαν. Ἀλλ' ὅ γε τὰ πέντε τά-