Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.441
Not analysed yet
ϛʹ. Ὀρθρίζει μὲν οὖν ὁ Μωσῆς, καὶ ἀνίστησι τὸ θυσιαστήριον, διὰ τούτου διδάσκων ἡμᾶς, ὅτι προσήκει πρότερον ὥσπερ ἐξ ὕπνου διεγερθῆναι, καὶ πρὸς νῆψιν ἀναστῆναι τὸν ἄνθρωπον, τὴν μὲν ἐκ τῆς ἁμαρτίας ἀχλὺν, ὥσπερ τινὰ νύκτα σκοτεινὴν παρελάσαντα, τρέχοντα δὲ ἤδη πρὸς τὸ τῆς γνώσεως φῶς· ἵν' οὕτως πρὸς τὸ δύνασθαι λοιπὸν ἱερουργεῖν τῷ Θεῷ καλὸν αὐτῷ θυσιαστήριον τὴν οἰκείαν ἀναστήσῃ διάνοιαν. Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Ἡσαΐαν εἰπεῖν· «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.» Τὸ μὲν οὖν ὀρθρίσαι Μωσέα τοιοῦτόν τι σημαίνει. Ἀλλ' ἵνα τῆς τοῦ νοήματος ἀκολουθίας ἐχώμεθα, ἐπ' αὐτὴν ἤδη βαδιούμεθα τοῦ ζητουμένου τὴν τάξιν. Ἵστησι τὸ θυσιαστήριον οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ' ὑπὸ τὸ ὄρος, ὅπερ δεικνύει τὴν ἔτι ταπεινὴν τῆς τελειότητος ἀπολειπομένων διάνοιαν, οὔπω δυναμένων ὥσπερ εἰς ὄρος ἀναβαίνειν εἰς τὴν ἀκρότητα τῶν τελείων παραγγελμάτων, ἀλλ' ἐγγὺς μὲν εἶναι τούτων. ὑποβεβηκέναι δὲ ὅμως, οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ' ὑπὸ τὸ ὄρος προσιόντας Θεῷ. Εἶτα περὶ τὸ θυσιαστήριον δώδεκα λίθους κεῖσθαι δεῖν ὑπελάμβανεν, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· ἵνα καὶ διὰ τούτου μάθωμεν ὅτιπερ ἀεὶ τῷ Θεῷ προσεδρεύειν ὀφείλομεν, οὐδαμοῦ πρὸς τὴν ἄσωτον ἁμαρτίαν ἐκπίπτοντες. Ὅπερ ἡμῖν σαφέστερον διαγγέλλων ὁ Ψαλμῳδὸς, ἔλεγε· «Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε.» Μετὰ δὲ τοῦτο πάλιν· «Ἐξαπέστειλε, φησὶ, τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν σωτηρίου θυσίαν τῷ Θεῷ μοσχάρια.» Ἀργοτέρας μὲν οὖν, ἢ καὶ ἄλλως ἀσθενοῦς διανοίας οὐκ ἔργον εἶναι φήσομεν τὸ δύνασθαι θυσίας ἀναφέρειν Θεῷ, ἀλλὰ νεανικοῦ καὶ γενναίου φρονήματος. Διὰ ταύτην τὴν αἰτίαν νεανίσκους εἶναι τοὺς ἀπεσταλμένους φησὶ, ἀναφέρουσι δὲ ὅμως θυσίαν σωτηρίου μοσχάρια. Ἀλλ' ἔστι καὶ διὰ τούτου πάλιν ἰδεῖν, ὥσπερ ἐκ τύπου καὶ σχήματος εἰς τρόπων διαφορὰς μετασκευαζομένου τοῦ πράγματος, ἐπαινετὴν μὲν τῶν προσαγόντων τὴν προαίρεσιν, ἀσθενεστέραν δὲ ὅμως, καὶ τοῦ μείζονος καὶ τελειοτέρου καταδεεστέραν. Οὐ γὰρ μόσχος, ἀλλὰ μοσχάριόν ἐστι τὸ προσαγόμενον, καὶ μεγέθει καὶ ἰσχύϊ τοῦ τελείου μόσχου λειπόμενον. Λαβὼν δὲ τὸ αἷμα, τὸ μὲν ἥμισυ προσέχεεν εἰς κρατῆρα· τὸ δὲ ἥμισυ, εἰς τὸ θυσιαστήριον. Ὁρᾷν δὲ λοιπὸν ἐνθάδε μεριζομένην δι' αἰνίγματος τὴν ζωὴν τοῦ λατρεύοντος. Εἰς ψυχῆς μὲν γὰρ τύπον τὸ αἷμα λαμβάνεται, ἧς τὴν ζωὴν ἐν ἴσῃ μοίρᾳ διαιρεῖται μεθ' ἡμῶν ὁ Θεὸς, ἵνα μὴ μόνον ἑαυτοῖς ζῶμεν, ἀλλὰ καὶ τὴν τοῦ θυσιαστηρίου μερίδα φυλάττωμεν. Τοιοῦτός τίς ἐστιν ὁ μέσος οὗτος καὶ ἐπιεικέστερος βίος, οὔτε τῷ λίαν αὐστηρῷ δριμεῖαν ἔχων τὴν μέθεξιν, οὔτε τῷ πολὺ κεκλεῖσθαι πρὸς ἄδειαν ἐκπίπτων εἰς ἁμαρτίας· ἀλλὰ τῷ μὲν ὑδαρεστέρῳ ἄνω βεβηκὼς δι' εὐλάβειαν, συγκρίνεσθαι δὲ τοῖς τελειοτέροις οὐκ ἔχων διὰ τὸ τῆς προθυμίας ἐνδεές. Κρεμαμένης δὲ ὥσπερ