Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.453
Not analysed yet
βʹ. Ἕλκει μὲν οὖν ἡμᾶς ἐπὶ τουτὶ τὸ κήρυγμα, καὶ τὴν λαμπρὰν ὅτι χρὴ προμηνύειν πανήγυριν, προφητῶν ἀναπείθει χορὸς, γεγηθότων μὲν ἐπὶ τοῦ Σωτῆρος κατορθώμασι, ῥίπτειν δὲ ὡς ποῤῥωτάτω τὴν ἐπὶ τούτοις σιωπὴν παρακελευομένων. Καὶ δὴ καὶ κεκράγασιν, ὁ μὲν, «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ,» λέγων· «ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου·» ἕτερος δέ τις, ἐκείνῳ διδάσκων καὶ φρονῶν συγγενῆ· «Ἐπ' ὄρος, φησὶν, ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε.» Παντὸς τοιγαροῦν ἀνῃρημένου πράγματος τοῦ παραποδίζειν ἡμῶν τὴν ἐπὶ τούτοις προθυμίαν ἰσχύοντος, ἐπὶ τὴν τῷ δόγματι πρέπουσαν παῤῥησίαν ἀναβήσομαι, καὶ καθάπερ ἐξ ὄρους πόῤῥωθεν ὡς ἡμᾶς τρέχοντα βλέπων τὸν τῆς ἐγκρατείας καιρὸν, μονονουχί τε τὴν χεῖρα τοῖς τῆς εὐσεβείας ἀθληταῖς καθασείσας, ἐρῶ· Ἀποδύσασθε, νέοι, ἀποθέσθε τὸν παλαιὸν ἄνθρωπον. Ἥκει πάλιν ἡμῖν ὁ τῆς νηστείας καιρὸς, ἀρετῆς ἁπάσης ἐπίδειξιν ἀπαιτῶν. Κρίνεται δὲ οὐ ταῖς τῶν σωμάτων ῥώμαις τὸ στάδιον· οὐδὲ τοῖς ἐν παλαίστραις σκιρτήμασιν· ἀλλὰ μὴν οὐδὲ ὁ τὸ πλέον ἔχειν ἐν τούτοις πεπιστευμένος, οὗτος καὶ τοῦ δύνασθαι νικᾷν τὴν ψῆφον ἀποίσεται. «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σαρκάς· ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Δεῖν δὲ οἶμαι τοὺς, ὅσοι ταῖς τούτων ἐπιβουλαῖς ἀντεξάγειν κεκρίκασι, τούτους εἶναι πρὸς μάχην, ὡς δύνασθαι τὴν ἀμείνω ψῆφον ἐπ' ἀνδρείᾳ κομίζεσθαι· ἢ πάντως ἔσται περιφανὴς τοῖς μὴ τοιούτοις ὁ κίνδυνος, καὶ μέχρι μόνης ἀλαζονείας τὸ καύχημα. Τὸ γὰρ τετάχθαι μὲν ἐν τοῖς ἥττοσι, φρονεῖν δὲ μεῖζον, ἢ ὅπερ ἐσμὲν, πρὸς τῷ γελᾶσθαι δικαίως, καὶ κινδύνων οὐκ ἀμοιρεῖ. Εἰ δὲ φεύγειν ἄξιον τὰ τοιαῦτα (ἄξιον δὲ δή που πάντες ἐροῦσιν, οἷς οὐδὲν εἰς εὐλάβειαν ἐνδεῖ), καὶ τὸ ἐπὶ ταῖς φαυλότησιν αἶσχος ἀποκρούεσθαι παντὶ σθένει χρωμένοις οὐκ ἀκερδὲς, πῶς οὐκ ἀνάγκη τὰ βελτίω ζητεῖν, καὶ ὅπως τῶν ἀντικειμένων περιεσόμεθα, πολλῇ συγκαταπράττειν σπουδῇ; Καὶ εἰ πνευμάτων πονηρῶν εἰσελαύνει καθ' ἡμῶν ὁ πόλεμος, ἀνάγκη τῷ πνεύματι ζέοντας εἶναί τε καὶ φαίνεσθαι τοῖς ἀνταίρειν ἐκείνοις τὰ ὅπλα θαρσήσαντας· καὶ εἰ σωμάτων οὐδὲν εἰς τοῦτο ἡμᾶς τέχνη καὶ δύναμις ὠφελεῖ, ἀκόλουθον κατὰ τὴν τοῦ Παύλου φωνήν· «Ἐνδύσασθε τὴν στρατιωτικὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ τὴν παντευχέα τῆς εἰς αὐτὸν εὐσεβείας καλῶς ἐναρμόσασθε.» Οὕτω γὰρ ἂν ἀποσβεσθείη μὲν τοῦ πονηροῦ τὰ πεπυρωμένα βέλη· τὸ δὲ παντὸς ἔξω γενέσθαι τραύματος, περιέσται τοῖς ἀνδριζομένοις. Ἀλλ' ἵνα πάλιν ἐπὶ τοὺς ἐν ταῖς σκηναῖς ἀγῶνας μετοίσω τὸν λόγον, ἐκεῖνό φημι. Χρῆναι γὰρ δεῖ πανταχόθεν τὸ ὠφελοῦν ἐρανίζεσθαι τοὺς, οἷς τοῦτο πράττειν ἐσπούδασται