Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.456
Not analysed yet
καὶ ὑμᾶς αὐτοὺς συγκατανεύειν ἑτοίμως ὑπολαμβάνω. Ἀκούω τοίνυν ὅτι τῶν ἐπὶ ταῖς γυμνοπαιδείαις ἀγώνων οἱ προεδρεύοντες, οἷς καὶ τὸ χρήματα προσαναλίσκειν ὑπὲρ τῆς ἐν τούτοις δόξης οὐ χαλεπὸν ἴσως καταφαίνεται, ἐπειδὰν μέλλωσι ποιεῖσθαι τοῦ πράγματος τὴν ἀρχὴν, σάλπιγγι μὲν τὸν ἀγῶνα περιαγγέλλουσιν· εἰσκαλοῦντες δὲ ὑπ' αὐτὸν πᾶν ὅσον πέφυκεν ὁρᾶσθαι χρήσιμον, καὶ τοὺς ἐν τούτοις εὐδοκιμεῖν εἰωθότας, ἀποπέμπουσι δὲ τῶν πολέμων, ἧς μαλακωτέραν ἡ τέχνη τὴν ἐπίδειξιν ἔχει. Μὴ γάρ τι χρῆναι, σφόδρα ποιοῦντες καλῶς, ἐδοκίμασαν τοὺς ἐπ' ἀνδρείᾳ κεκλημένους, ἢ ἑτέρου τινὸς ἐπιτηδεύματος σεμνοτέραν ἔχειν δυναμένους τὴν ἐμπειρίαν, τοῖς αἰσχίοσιν ἀναμίγνυσθαι, μηδὲ ταῖς ἐκείνων καταμιαίνεσθαι βδελυρίαις, οἷς ἡ κρείττων ὑπόληψις ἀκολουθοῦσα φαίνεται. Εἰ δὲ ἐπὶ μικροῖς καὶ εὐτελέσι μισθώμασιν οὕτω γενναῖος ἐκείνοις ὁ σκοπὸς, καὶ πᾶσαν ἐν αὐτοῖς κειμένην ὁρᾷν ἔξεστι προθυμίαν, αἰδοῖ τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ῥώμης ἀπολιμπάνεσθαι, πῶς οὐ φροντίζειν ἄξιον, ὅπως ἀμείνους ἐκείνων γενώμεθα, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ τῶν στεφάνων ἡ διαφορά; Τὸ μὲν γὰρ ἐπὶ μικροῖς τισι τοῖς προκειμένοις ἁλῶναι φυγάδα, καὶ κατοκνῆ πονεῖν, οἴσει τινὰ τυχὸν τοῖς τοῦτο πεπονθόσι παραίτησιν. Οὐ γὰρ ἦν ἄξιον, ἐροῦσι, κινδύνους οὕτω μακροὺς μικρῶν ἀλλάξασθαι γερῶν. Εἰ δὲ τοιούτοις ἡμᾶς χρῆσθαι λόγοις οὐκ ἔνεστι, πολὺ τοῦ στεφάνου τοὺς πόνους ὑπερανίσχοντος, τί ἂν εἴη ἕτερον τὸ προθύμως ἀγωνίζεσθαι κωλύον; Οὐδέν. Ὄκνου δὴ λοιπὸν καὶ ῥᾳθυμίας τὸ ἔγκλημα, καὶ τῆς ἐπὶ τὰ χείρω ῥοπῆς τὴν ἐπὶ τοῖς ἐπαινουμένοις ἀναιρούσης σπουδήν. Οἶμαι δὲ ἔγωγε τῶν εἰρημένων ἕκαστον πρὸς τοὺς ἐπὶ τοῖς ἀγῶσι κεκλῆσθαι πόνους, οὐ χρημάτων ἡττωμένους ἐπιθυμίας τοσοῦτον, ὅσον εὐκλείας καὶ τιμῶν. Ἔχει γάρ τινα παρ' ἐκείνοις καὶ τὰ τοιαῦτα χάριν· καὶ τὸ μὴ τυχεῖν ὧν ἂν ἕκαστος βούλοιτο, δόξης ζημία λελόγισται· δόξης δὲ πάλιν φημὶ τῆς παρ' αὐτοῖς τετιμημένης. Οὕτω δὲ ἔχοντας γνώμης οἶμαι φαίνεσθαι, καὶ εἰς τοῦτο φρονήματος ἀφῖχθαι νεανικοῦ, ὥστε εἴ τις ἔκαστον αὐτῶν ἔροιτο προσιών· Πολλῶν ὄντων ἑτέρων ἐπιτηδευμάτων κατὰ τὸν βίον, τί δήποτε, ὦ τὰν, ἐπὶ τουτὶ τὸ σχῆμα καὶ γνώμην ἀπήντηκας; ὅτου δὲ χάριν τὰ ἄλλα ἀφεὶς, τὰ ἐν ταῖς παλαίστραις τετίμηκας παίγνια; Τί ποτε ἄρα τοὐντεῦθεν οἴει κερδαίνειν; πότερον τιμὰς ἢ χρήματα; Τὸ δὲ ἐπὶ τοῖς ἀγῶσιν οὕτω πονεῖν, τίνος ἄν σοι μᾶλλον ἕλοιο γενέσθαι πρόξενον; εὐθὺς ἂν ἕκαστον ἀποκρίνεσθαι πιστεύω· Οἰχέσθω χρήματα· πριαίμην ἂν μᾶλλον ἡδέως τῆς τούτων εὐπορίας τὴν νίκην, καὶ αὐτὴν, εἰ πρὸς τοῦτο καλοίη καιρὸς, τὴν ψυχὴν τοῦ μὴ γελᾶσθαι προήσομαι. Οὕτω τοίνυν ἐκείνων διακειμένων, πῶς οὐ σφόδρα γε ἄτοπον ἡμᾶς τοὺς, οἷς τὰ μείζω πρόκειται γέρα, μηδὲ ταῖς ἐκείνων προθυμίαις ἁμιλλωμένους ὁρᾶσθαι, ἀλλὰ ὄκνῳ δεδέσθαι, καὶ τῇ τῶν ἀγαθῶν πενίᾳ κατατρίβεσθαι, μηδ' ὅπως τὴν ἀμείνω ψῆφον κερδανοῦμεν ἐπείγε-