Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.493
Not analysed yet
στήριον. Ἡμᾶς δὲ ἀνάγκη τοῖς ἐν τύπῳ γεγενημένοις τῆς ἀληθείας ἐφαρμόσαι τὸ κάλλος, καὶ τῶν εἰρημένων ἕκαστα διαπτύξαι σαφῶς. Οὕτω γὰρ τοῖς ἀκροωμένοις εὐσύνοπτον τὸ βαθὺ τῆς εὐσεβείας μυστήριον. Παραλαμβάνει τοιγαροῦν τὸ παιδάριον ὁ τρισμακάριος Ἀβραὰμ, καὶ εἰς τὸν τόπον ἐπείγεται τὸν παρὰ Θεοῦ δεδειγμένον αὐτῷ. Ἔρχεται δὲ μόλις ἐν αὐτῷ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀκολουθεῖν ἐπιτάξας καὶ οἰκέταις δυσί. Τὸ μὲν οὖν διὰ τοῦ πατρὸς ἀναφέρεσθαι τὸ παιδάριον ἐπὶ τὴν θυσίαν, σημαίνει διὰ συμβόλου καὶ σχήματος, ὡς οὐκ ἀνθρωπεία δύναμις οὐδὲ ἡ τῶν ἐπιβουλευόντων πλεονεξία τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἀνήγαγεν ἐπὶ τὸν σταυρὸν, ἀλλ' ἡ τοῦ Πατρὸς, ἵν' οὕτως εἴπω, βούλησις, τὸν ὑπὲρ πάντων θάνατον ὑπομένειν αὐτὸν οἰκονομικῶς συγχωρήσασα. Τοῦτο καὶ ὁ Σωτὴρ, ποτὲ μὲν Πιλάτῳ προσδιαλεγόμενος ἔφασκεν· «Οὐκ εἶχες οὐδεμίαν ἐξουσίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν·» ποτὲ δὲ πάλιν πρὸς αὐτὸν ἐν οὐρανοῖς Πατέρα τοὺς λόγους ποιούμενος ἔφασκε· «Πάτερ, εἰ δυνατὸν, ἀπελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Οὐκ ἀντιλέγει τῷ πατρὶ τὸ παιδάριον· «Ἐταπείνωσε γὰρ ἑαυτὸν, καίτοι Θεὸς ὢν, ὁ Υἱὸς, ὑπήκοος γενόμενος μέχρι θανάτου τῷ Πατρὶ, θανάτου δὲ σταυροῦ.» Διὸ δὴ καὶ διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Ἐγὼ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω.» Τὸ δὲ ἐν ἡμέρᾳ τρίτῃ μόλις φθάσαι εἰς τὸν τόπον, τὸν τελευταῖον σημαίνει καιρὸν, καθ' ὃν ἐπεδήμησεν ὁ Σωτήρ. Προηγουμένων γὰρ πρώτου καὶ μέσου, τρίτος ἔσται πάντως ὁ ἐπὶ τέλει. Ἡ δὲ τῶν οἰκετῶν ξυνωρὶς, ἡ καὶ ἀκολουθεῖν ἐπιτεταγμένη, ἐδήλου πάλιν ὡς διὰ σχήματος ὅτι ἐπὶ τὸ σωτήριον πάθος ἀναβαίνοντι τῷ Χριστῷ, ἀκολουθήσειν ἔμελλον οἱ δύο λαοί. Τὸ δὲ μακρόθεν τεθεᾶσθαι αὐτὸν τόπον τὸν μακάριον Ἀβραὰμ, τὴν προαιώνιον Πατρὸς σημαίνει πρόγνωσιν, ἣν ἔχων ὁρᾶται περὶ τοῦ οἰκείου γεννήματος, τουτέστι Χριστοῦ· οὕτω γὰρ καὶ ὁ Παῦλος περὶ τοῦ Σωτῆρός φησιν, ὅτι «Προεγνωσμένου μὲν, πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτοις.» Εἶτα πάλιν ἐπὶ τούτοις, «Καθίσατε αὐτοῦ,» πρὸς τοὺς οἰκέτας φησὶν ὁ μακάριος Ἀβραὰμ, καὶ τοῦτο, «μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε.» Τί δὲ ἡμῖν καὶ τὸ ἐντεῦθεν ὑποδηλούμενον, ὁρῶ πάλιν ὡς ἂν οἷός τε ὦ. Ὁ πρὸς τὸ πιστεύειν ἄρτι κεκλημένος, καὶ ἀκολουθεῖν μὲν ἐθελήσας τῷ Σωτῆρι Χριστῷ· ὅμως δ' οὖν ταῖς ἁμαρτίαις ἔτι δουλοπρεπῶς ὑποκείμενος, καὶ πρὸς τὴν τῆς δικαιοσύνης ἐλευθερίαν οὔπω κεκλημένος διὰ τοῦ ἁγίου βαπτίσματος, ἀλογίᾳ δὲ ἔτι καὶ ἀμαθίᾳ συνὼν, ἥτις διὰ τῆς ὄνου σημαίνεται, οὐκ ὄψεται καθαρῶς τὸ σωτήριον πάθος, οὐδὲ μεθέξει παραχρῆμα τῆς θυσίας τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ. Κάτω δέ που μενεῖ, καὶ προσκαρτερήσει τῷ ταπεινῷ τῆς κατηχήσεως λόγῳ, ἄχρις