Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.496
Not analysed yet
ἂν ἐλέῳ Θεοῦ τὸ ἐκ τῆς ἁμαρτίας ἀποσεισάμενος βάρος, ἀναβῆναι δυνηθῇ, καθάπερ εἴς τινα διαφανεστάτην ὄρους ἀκρώρειαν, τὴν ὑψηλοτάτην τοῦ θείου μυστηρίου κατάληψιν, κατὰ τὸ εἰρημένον ὑπό τινων· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Θαυμάζειν δ' ἐμοὶ καὶ λίαν ἐπέρχεται τὸν μακάριον Ἀβραὰμ λέγοντα πρὸς τοὺς οἰκέτας, καθάπερ ἤδη προεῖπον· «Καθίσατε αὐτοῦ· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε· καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.» Προφητεύει μὲν οὖν ὡς δίκαιος· ἔμελλον γὰρ ὑποστρέφειν· σιωπᾷ δὲ ὡς σοφὸς, καὶ ὡς ἀμυήτοις ἔτι τὸ μυστήριον οὐκ ἐμφαίνει· τύπον ἡμῖν κἀν τούτῳ ἑαυτὸν τιθεὶς, οἷς καὶ αὐτός πού φησιν ὁ Σωτήρ· «Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Μαργαρίτας λέγων τὰ λελαμπρυσμένα καὶ διειδῆ τοῦ Πνεύματος λόγια. Εἶτα πάλιν φησὶ, ὅτι «Τὰ ξύλα τῆς ὁλοκαρπώσεως ἐπέθηκεν Ἀβραὰμ τῷ παιδί.» Συγχωρήσει γὰρ τῇ κατ' οἰκονομίαν μονονουχὶ καὶ συνεργαζομένου τοῦ Πατρὸς, καὶ οὐκ ἄκουσαν παραβιασάμενοι τὴν θείαν ἰσχὺν, ἐπέθηκαν οἱ Ἰουδαῖοι τῷ Σωτῆρι τὸν σταυρόν. Καὶ μάρτυς ἡμῖν ἐπὶ τούτῳ ἀψευδὴς ὁ προφήτης Ἡσαΐας εὑρεθήσεται λέγων περὶ αὐτοῦ· «Παιδία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες, ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» Γεγονὼς δὲ ἤδη καὶ φθάσας ἐν τοῖς προηγγελμένοις τόποις, τὸ θυσιαστήριον ὁ πατριάρχης εὖ δὴ καὶ μάλα καλῶς ἀνεδείματο· ἵνα πάλιν ἡμεῖς διὰ τούτου νοῶμεν ὅτι, παρὰ μὲν τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς σταυρὸς ἦν καὶ ξύλον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν τὸ ὁρώμενον· ἐν δὲ ὀφθαλμοῖς τοῦ πάντων Πατρὸς, θυσιαστήριον ὄντως μέγα καὶ ὑψηλὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐγηγερμένον, ὁσίῳ τε καὶ πανάγνῳ καπνιζόμενον θύματι. Τὸ δὲ ἐπιτεθῆναι μὲν ἐπὶ τὰ ξύλα τὸν Ἰσαὰκ, ἀντ' αὐτοῦ δὲ ὑπομεῖναι τὴν σφαγὴν τὸν κριὸν, σαφέστατα δηλοῖ, ὅτιπερ ἀνέβη μὲν ὁ Θεὸς Λόγος ἐπὶ τὸν σταυρὸν, καὶ ἦν ἐν τῷ κρεμαμένῳ ναῷ· ἔπασχε δὲ Κύριος οὐκ αὐτὸς ἀπαθὴς ὢν φύσει. Οὐ γὰρ ἐπηνέχθη τῷ Ἰσαὰκ ἡ μάχαιρα, τουτέστι, τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ, ἀντ' αὐτοῦ δὲ, καὶ ὡς αὐτὸς ἤγετο πρὸς σφαγὴν, ὁ ἐκ τῆς ἁγίας Παρθένου ναὸς, ὃς διὰ τοῦ προβάτου σημαίνεται. Οἰκειοῦται δὲ ὁ Λόγος, καὶ μάλα εἰκότως, τὸ πάθος· αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ οὐχ ἑτέρου τινός. Ἐπεὶ καὶ τοῦ σώματος μαστιζομένου πάλιν, ἐμπτυσμένου δὲ οὐδὲν ἧττον παρὰ τῶν παντόλμων Ἰουδαίων, αὐτὸς διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα.» —»Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὃς διὰ