Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.504
Not analysed yet
μως τὴν ἁπάσης σεμνότητος μητέρα νηστείαν, ὑποπιαζέτω τὸ σῶμα καὶ δουλαγωγείτω, καὶ διὰ τοῦ βούλεσθαι πονεῖν, «ἀκάνθαις τὸ οἰκεῖον κτῆμα περιφραττέτω,» καθάπερ ἔφησέ τις τῶν σοφῶν ἐν ἡμῖν. Τοῖς μὲν οὖν τελειοτέροις τὴν ἕξιν, καὶ στερεωτέρων δυναμένοις ἀπογεύεσθαι μαθημάτων, ἀποχρήσειν οἶμαι καὶ ταῦτα πρὸς τὸ δύνασθαι, καὶ λίαν εὐπετῶς. ἐπὶ τὴν τῶν δεόντων ἐξοίχεσθαι θήραν, καὶ πανταχόθεν ὅπερ ἂν αὐτοῖς φαίνηται λυσιτελοῦν ἐρανίζεσθαι. Δεῖ δὲ, οἶμαι, πόνων αὐτοῖς οὐ μακρῶν. Ἀρκέσει γὰρ εἰς τὸ δύνασθαι κατορθοῦν ἡ προθυμία, ποταμίου ῥεύματος δίκην, καθάπερ τινὰς ὄχθους ἀεὶ τὸ ἀντιστατοῦν ὑποσύρουσα, καὶ ἀπλεονεκτήτοις ὁρμαῖς τὸ ἀντιτεῖνον ἐξαφανίζουσα. Ὃ δὲ δὴ μεγίστην ἐστὶ τῆς ἐν τοῖς εἰρημένοις περιπετείας προσθεῖναι λοιπὸν ἀναγκαῖον. Τοῖς γὰρ κατὰ τόνδε διηρτισμένοις τὸν τρόπον, αὐτὸς ὁ πάντα νικῶν ἐπαμύνει Θεός. καὶ ἡ πάντων ἰσχὺς, καὶ δύναμις, βακτηρία καὶ νεῦρα γίνεται. Καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Μελῳδός· «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὐτά με παρεκάλεσαν.» Ὅτι μὲν οὖν λαμπροὶ καὶ ἀξιοθαύμαστοι τῆς πρὸς Θεὸν εἰρήνης εἰσὶν οἱ καρποὶ, συνθήσεται παστισοῦν, οἶμαι, τῶν εὖ φρονούντων. γʹ. Ἀνασκοπούμενος δὲ, καὶ καθάπερ οἱ πρὸς ἄκρον γηλόφου τινὸς ἀναποδίσαντες, καὶ πρὸς ὅσον οἶδεν ἐκτείνεσθαι τῶν ὀφθαλμῶν ἡ ὀξύτης, τοσοῦτον ἐπιχειροῦντες ὁρᾷν, οὕτω δὴ καὶ αὐτὸς κύκλῳ τὸν ὀφθαλμὸν τῆς διανοίας περιάγων, καὶ τὰς τῶν πραγμάτων ὡς ἔνι μάλιστα διασκεπτόμενος φύσεις, οὐ μόνον οἶμαι προσήκειν τοῖς ἀρτίως διηγγελμένοις ὑπὸ τοῦ λόγου, ὅτι δεήσει τὰ πρὸς εἰρήνην μελετᾷν τῷ Θεῷ συμβουλεύειν, ἀλλ' ἤδη μοι καὶ ἑτέρα τις ἀνδρῶν ἀναδείκνυται πληθύς. Ὥσπερ δὲ τὰ τῶν μοσχευμάτων ἀρτιθαλῆ τε καὶ ἀρτίγονα μόλις τῆς τεκούσης ὑπερτέλλονται γῆς, ταῖς τῶν φυτοκόμων ἐμπειρίαις, καὶ ταῖς τῶν ὑδάτων παροχαῖς εἰς αὔξησιν ἐπείγεται· τὸν αὐτὸν δὴ τρόπον κἀκεῖνοι ἄρτι καὶ μόλις τοῖς τῆς Ἐκκλησίας ῥιζουμένοις κήποις, ὥσπερ τινὰ πηγὴν ὑφ' ἑαυτοὺς τὴν ἐκ τῶν διδασκάλων καλοῦσι τέχνην. Οἷς δὴ καὶ μάλιστα πρέπειν ὑπολαμβάνω, τὴν καλὴν ἐκείνην τοῦ προφήτου φωνὴν ἐπιφθέγξασθαι· «Ποιήσωμεν εἰρήνην αὐτῷ· ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.» Ἐρχόμενοι δὲ πόθεν, ἢ καὶ ὅποι καταλύειν μέλλοντες, ἄξιον ἰδεῖν. Ἀλλ' ἔστι παντί τῳ σαφὲς ὡς βαδίζει μὲν διὰ τῆς πίστεως ἐξ ἀμαθίας τὰ ἔθνη πρὸς παίδευσιν· ἐξ ἀβουλίας εἰς εὔφρονα λογισμόν· ἐκ μακρᾶς καὶ συντρόφου πλάνης, εἰς ἀληθεστέραν περὶ τῶν ὄντων διάληψιν, εἰς θεογνωσίαν, εἰς εὐλάβειαν, εἰς τὸ βιοῦν ἐξηλλαγμένως, ἢ πρότερον, εἰς ἐλευθερίαν, εἰς ἀνανέωσιν, καὶ ἁπαξαπλῶς εἰπεῖν, εἰς ἀνθρώπῳ πρέπουσαν ἀρετήν τε καὶ δίαιταν· ἀνθρώπῳ δέ φημι, λο-