Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.505
Not analysed yet
γικῷ δηλονότι καὶ κατ' εἰκόνα πεποιημένῳ τοῦ κτίσαντος. Οἱ γὰρ τοῖς τοῦ διαβόλου πανουργεύμασιν ἀνασεσοβημένοι τὸν νοῦν, καὶ πρὸς τὰ τῶν εἰδώλων ἀνεπτοημένοι παίγνια, καὶ τῷ ξύλῳ λέγοντες· «Θεός μου εἶ σὺ,» κατὰ τὸν προφήτην· καὶ τῷ λίθῳ· «Σύ με ἐγέννησας·» πάσης μὲν ἂν εἶεν ἀβουλίας εἰκότως ἀνάπλεῳ· καὶ ταύτην ἐφ' ἑαυτοῖς καλοῦσι τὴν ψῆφον παρὰ τῶν, οἷς τὰ δίκαια κρίνειν ἐσπούδασται. Καὶ δοκοῦσιν (ἐρῶ γὰρ ὅπερ ἀληθέστερον εἰπεῖν), ὅσον μὲν εἰς τὴν τοῦ σώματος φύσιν, διασώζειν ἔτι τὸν ἄνθρωπον· καὶ μόνοις τοῖς ἐντεῦθεν χαρακτῆρσι, καὶ σχήμασιν, ὅτι δὴ καὶ ζῶα λογικὰ γεγόνασιν ἐπιγινώσκεσθαι· τὸ δὲ ὅσον εἰς νοῦν καὶ τὰ ἐν αὐτῷ, ταῖς τῶν ἀλόγων ἀνοίαις ἁμιλλᾶσθαι φιλοτιμότερον. Δοίη δ' ἄν τις αὐτοὺς κἀν τούτῳ κρατεῖν, εἰ τὰ παρ' αὐτῷ γινόμενα περισκέποιτο. Ἀλλ' ἵνα μὴ δοκοίην διαλοιδορεῖσθαι μᾶλλον αὐτοῖς, ἢ πειρᾶσθαι διελέγχειν, ὡς πολὺ τῶν δεόντων ἀποστατήσαντας, καὶ πρὸς ἐσχάτην ἀποδημίαν ἀποστατήσαντας· αὐτὸν ἤδη παροίσω τὸν ἁπάντων Θεὸν καὶ Δεσπότην, τοιοῦτόν τι λέγοντα δι' ἑνὸς τῶν προφητῶν· «Ἴδετε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται.» Πλανῶνται γὰρ ὄντως, τὴν μὲν εὐθεῖαν, ἵν' οὕτως εἴπω, τῆς θεογνωσίας ἐκβεβηκότες διάληψιν· παρατροπαῖς δέ τισιν ἀνοήτοις, καὶ λογισμῶν ἀπάταις διεστραμμένων εἰς πᾶσαν ἀβουλίαν κατασυρόμενοι, ὡς καὶ τῆς ἀῤῥήτου καὶ πάντα ὑπερκειμένης οὐσίας τὴν δόξαν, ξύλοις καὶ λίθοις ἐπασωτεύεσθαι, καὶ ἀμείνω τῆς ἀνθρώπου ποιεῖσθαι φύσεως τὰ δι' αὐτὴν εἰς τὸ εἶναι παρηγμένα, καὶ δεσπότας ἐπιγράφειν, ὧν αὐτοὶ γεγόνασι κύριοι. Εἶτα τί τοῖς ὀρθῶς ἐξετάζουσι φαίνοιτ' ἂν τῶν τοιούτων παραλογώτερον; δʹ. Ἀλλ' οὐ γάρ με τὸν περὶ τούτων διειληφότα λόγον, λανθάνει πρὸς τοῖς εἰρημένοις κἀκεῖνο· ὡς ἀποφοιτῶσι μέν τινες τῆς οὕτω χαμαιζήλου λατρείας, ὑψηλοτέραν δὲ ὥσπερ ἐπιτηδεύοντες πλάνην, ἐπὶ τὰ τῶν κτισμάτων ἀναφεύγειν οἴονται δεῖν ἐπισημότερα. Καὶ κροτάφοις μὲν γείτονα τὴν ὀφρὺν ἀνασπάσαντες, ἀναπτύοντες δὲ πλατύ τι καὶ μέγα, καὶ γενειάδα μακρὰν τῇ χειρὶ καταξαίνοντες, οὐρανὸν μὲν ἀποθαυμάζουσι, κύκλῳ πάσης περιτεθεῖσαι τῆς ὑφ' ἡλίῳ λέγοντες, καὶ ὥσπερ ἐν κόλποις ἔχει τὰ σύμπαντα, σκηνῆς τινος δίκην τοῖς ἔσω κειμένοις ἐπιχεόμενον. Εἶτα τὰς ἐν αὐτῷ τῶν ἄστρων περιεργάζονται θέσεις, καὶ ἡλίου μὲν καὶ σελήνης καταπλάττονται δρόμους· πῦρ δὲ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν ὡς ἀρχὰς τῶν ὄντων εἰσφέρουσι, καὶ ῥίζαν εὑρῆσθαι τοῖς γενητοῖς τὴν τῶν στοιχείων μυθολογοῦσι σύνοδον. Εἶτα δέον αὐτοὺς τὸν τῶν εἰρημένων ταξίαρχόν τε καὶ ἡγεμόνα ζητεῖν, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς ἐπὶ τὸν τοῦ κάλλους αὐτῶν δοτῆρα Θεὸν ἀνατρέχειν, ὅλον τοῖς ποιήμασι τὸ θαῦμα χαρίζονται· καὶ πῶς ἂν, εἶπέ μοι, μειζόνως ἐσφάλησαν, ἢ πῶς ἄν τις ἀβουλότερον τὴν τῶν ὄντων κατεσκέψατο φύσιν; Καίτοι πᾶσιν, οἶμαι, τοῖς οὖσίν