Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.520
Not analysed yet
μενον, μηδαμόθεν ἔχοι τὸ δύνασθαι διαπρέπειν ἐν ἀγαθοῖς, ἀκάθαρτοι τὸ τηνικάδε καὶ βδελυρώτατοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, λελογίσμεθα παρὰ Θεῷ; Τὴν δὲ ἐπὶ τοῖς ἀμείνοσι λήθην ἀποκρουόμενοι, καὶ ὥσπερ τινὰς περιττωμάτων ἐκδρομὰς τὰ ἐντεῦθεν ἀποτέμνοντες πταίσματα, ἐλεύθερον μὲν ἁπάσης φαυλότητος, γυμνὸν δὲ τῶν ἐκ πονηρίας κακῶν, τὸν ἄρσενα καὶ γονιμώτατον ἐν ἑαυτοῖς διατηρήσομεν νοῦν. Οὑτωσὶ λοιπὸν τὴν μὲν ἐκ τῆς ἁμαρτίας παλαίωσιν ἔξοικον τῆς ἑαυτῶν ψυχῆς ποιησάμενοι, εἰς δὲ τὴν ἐκ τῆς ἀκακίας νηπιότητα μεταστοιχειούμενοι, παραστησόμεθα μετὰ παῤῥησίας τῷ Θεῷ· οὐκ αὐτοὶ δὲ πάντως ἑαυτοὺς προσοίσομεν, ὥσπερ οὖν οὐδὲ τὸ ἀρτίτοκον βρέφος ἑαυτὸ προσῆγε τῷ Θεῷ. Προσοίσει δὲ ἡμᾶς ὁ διὰ τῆς πίστεως ἀναγεννήσας Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν ἀναφέρων τῷ Πατρί· καὶ προσοίσει κατὰ τὴν ὀγδόην ἡμέραν, τουτέστι μετὰ τὸν ἔννομον σαββατισμόν. Οὗτος γάρ ἐστι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ὁ καιρός· ἐπεὶ καὶ τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. Διὰ ταύτην, οἶμαι, τὴν αἰτίαν, μᾶλλον δὲ ἀκριβέστερον εἰπεῖν, ἡ ὀγδόη, παρ' ἡμῖν Κυριακὴ κατωνόμασται, ὡς εἰς τέλος μὲν ἤδη τὸν τοῦ νόμου καιρὸν κατακλείουσα· ἀρχὴν δὲ ἡμῖν Κυριακῶν εἰσφέρουσα χρόνων, ἐν οἷς γέγονε τὰ πάντα καινά. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλός φησι· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Τοῦτον ἡμῖν εἰσκομίζειν τῶν θεωρημάτων τὸν τύπον οἴεσθαι τὴν κατὰ σάρκα περιτομὴν, ἐν ὀγδόῃ μὲν ἐπιτελουμένην, καθάπερ εἶπον, ἡμέρᾳ, εἰς ὄψιν δὲ ἄγουσα[ν] τὰ νεογνὰ τῷ Θεῷ. Προσμαρτυρείτω δὲ τοῖς εἰρημένοις καὶ ὁ σοφώτατος Παῦλος, ὁ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας εἰσίτω βοῶν· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.» Ἐπιστελλέτω δὲ πάλιν ἑτέροις περὶ τῶν αὐτῶν οὕτω λέγων· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.» Καύχημα μὲν γὰρ τῆς κατὰ σάρκα περιτομῆς, εἰ μόνη νοοῖτο, καὶ τὸ ἐκ τῆς θεωρίας οὐκ ἔχουσα κάλλος, οὐδὲν, οἶμαι, παρὰ τοῖς εὖ φρονοῦσιν εὑρεθείη ποτέ. Ὅτε δὲ τῆς ἐν πνεύματι περιτομῆς εἰσφέρει τὸν τύπον, καὶ τὸν ἐν καρδίᾳ καθαρισμὸν ὑποσημαίνουσα φαίνεται, τότε δή τις ἐπαινέσει μὲν ἴσως ὡς ἄριστα σχηματίζουσαν τὸν ἐν λεπτῇ, θεωρίᾳ κείμενον· ἀποφοιτήσει δὲ δηλονότι τοῦ παθεῖν, τὸν ἐν καρδίᾳ μελετήσας καθαρισμόν. Ὃ δὴ καὶ δρᾷν ἐπείγεσθαι τοῖς Ἰουδαίοις προφητικὸς συνεβούλευε λόγος, ἔχων ὡδί· «Τάδε λέγει Κύριος· Νεώσατε αὑτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκλη-