Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.521
Not analysed yet
ροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα, οἱ κατοικοῦντες Ἱερουσαλὴμ,» ὥστε εἴ τις ἐν σαρκὶ περιτέμνοιτο, οὐ πάντως τοῦτο ποιήσει τῷ Θεῷ· ὁ δέ γε τὴν ἐν πνεύματι περιτομὴν διὰ τῶν εὐαγγελικῶν δεχόμενος κηρυγμάτων, αὐτῷ δηλονότι τῷ πάντων Δεσπότῃ, οὐ τῷ νομικῷ γράμματι περιτέμνεται, μορφοῦν εἰωθότι, καὶ καθάπερ ἐν σκιαῖς τὴν ἀλήθειαν. Ὅτι δὲ τῆς κατὰ ἀλήθειαν περιτομῆς ἡ δύναμις οὐκ ἐν τῷ κατὰ τὴν σάρκα πληροῦται πάθει, ἀλλ' ἐν τῷ βούλεσθαι δρᾷν ἅπερ ἐπιτάττει Θεὸς, ἄκουε Παύλου σαφέστατα λέγοντος· «Ἡ περιτομὴ οὐδέν ἐστι· ἡ ἀκροβυστία, οὐδέν ἐστιν.» Ἀλλ' ἵνα μὴ λόγους ἡμῖν φαίνηται προτείνων ψιλοὺς, οὐδὲν εἶναι λέγων τὸ διὰ νόμου τετιμημένον, ἐπεξηγεῖται σαφέστερον, καί φησι· «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράττῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάττῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.» Ὅτε τοίνυν ἀνόνητον μὲν ἐν τοῖς παθοῦσιν ὁρᾶσθαί φησι τὴν περιτομὴν, ὅταν αὐτοῖς μὴ πρὸς τὸ διὰ πραγμάτων εὐδοκιμεῖν· οἱ δὲ τὴν ἐκ φύσεως ἔτι σώζοντες ἀκροβυστίαν ἀμείνους τῶν μὴ τοιούτων νομοφύλακες εἶναι εὑρίσκονται, ποῖον ἔσται λοιπὸν τὸ ἐκείνης καύχημα, πυθοίμην ἂν ἡδέως τῶν ἀνουστάτων Ἰουδαίων. Εἰ δὲ χρή τι τοῖς εἰρημένοις προσθῆναι, καὶ ἕτερον σημεῖον δεδόσθαι τὴν περιτομὴν, ὁ Παῦλος διϊσχυρίζεται. Καὶ ὥσπερ τι σήμαντρον τῆς ἐν ἀκροβυστίᾳ πίστεως τῷ προπάτορι τοῦ γένους Ἀβραάμ· εἰς τὸ εἶναι αὐτὸν «πατέρα πολλῶν ἐθνῶν, οὐ μόνον, φησὶ, τοῖς ἐκ περιτομῆς,» ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ Πατρὸς ἡμῶν Ἀβραάμ. «Ἐπίστευσε γὰρ τῷ Θεῷ, καὶ δεδικαίωται,» περιτομὴν οὔπω λαβών· μετὰ δὲ τὴν πίστιν καὶ τὴν ἐκ ταύτης δικαίωσιν, σημεῖον αὐτῷ τοῦ πράγματος γέγονεν ἡ περιτομή. θʹ. Δέχου τοιγαροῦν, Ἰουδαῖε, τὴν τοῦ πνεύματος μάχαιραν, ἀπόθου τὴν σκληροκαρδίαν, ὡς γέγραπται, «περιτμήθητι τῷ Θεῷ.» Μάνθανε σαββατίζειν, οὐ καθάπερ αὐτὸς οἴει ἔχειν καλῶς, ἀλλ' ὡς ἡ τοῦ νομοθέτου διατάττει βούλησις. Ὅ τι γὰρ δὴ καὶ περὶ τούτου φησὶν ὁ νομοθέτης, ἄξιον ἰδεῖν. Ἔργων ἀποσχέσθαι κελεύει, καὶ πόνων μὲν ἀνεῖσθαι σωματικῶν, κατὰ τὸ Σάββατον. Ἐξοίχεσθαι δέ τινα τῆς Ἰερουσαλὴμ οὐ βούλεται, οὐδὲ εἰς ὁδοὺς ἐκτείνεσθαι μακράς. Κεχρῆσθαί τε μὴν οὐ ταῖς παραυτίκα πεποιημέναις, ἀλλὰ ταῖς ἤδη προητοιμασμέναις τρο-