Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.525
Not analysed yet
γεῖν ἐν Σαββάτῳ; ἢ τί τὸ κωλύον τὰς ἑτέρας τοῦ σώματος ἀποσχεδιάζεσθαι τροφάς; Νυνὶ δὲ ὥσπερ τι μέγα καὶ περισπούδαστον ὁ νόμος ἡμῖν εἰσηγούμενος, ἔργου μὲν ἀπείργει παντός· βάσταγμα δὲ τῆς ἑστίας ἐκκομίζειν οὐκ ἐᾷ· ἀλλ' οὐδ' ἐξοίχεσθαί ποι μακρὰν τῆς ἐν Ἱερουσαλὴμ πύλης τὸν οὐδὸν παραμείβοντας, σιτίοις γε μὴν, οὐ τοῖς παραυτίκα πεπορισμένοις, ἀλλὰ τοῖς ἐκ προμηθείας ηὐτρεπισμένοις ἀποκεχρημένους, ἐπὶ δαῖτα καὶ τράπεζαν ἰέναι κελεύει, καὶ θανάτῳ τιμᾶται τὸν παραβαίνοντα· καίτοι τῶν διηγγελμένων οὐδὲν, εἰ καθ' ἕτερόν τινα πράττοιτο καιρὸν, ἁμαρτίας ἔγκλημα προσοίσει τῷ δεδρακότι· καὶ οὐ δή που φήσειεν ἄν τις, εἴ γε σωφρονοίη ἐν πλημμελημάτων τάξει, καὶ ταῦτα κεῖσθαι παρὰ τῷ νόμῳ, καθάπερ οὖν καὶ τὰ ἕτερα· ὧν ὅτι προσήκει παντελῶς ἀποφοιτᾷν, διαγορεύει σαφῶς. Τὸ γὰρ, «Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,» καὶ ὅσα τούτοις συνήρμοσται πρὸς τὴν αὐτὴν καὶ μίαν βλέποντα λέξιν, οὐκ ἐν μόνῳ Σαββάτῳ παραφυλακτέον ἀνδρὶ μισοῦντι κολάζεσθαι, ἀλλ' ἐν παντὶ τῷ χρόνῳ παραιτητέα. Ὅθεν δὴ καὶ μάλα σαφῶς ὑπολαμβάνω κατάδηλον ἔσεσθαι τοῖς ἀκροωμένοις, ὡς ἁμαρτίαι μὲν οὐκ εἰσὶ τὰ ἐν Σαββάτῳ κεκωλυμένα, χαριεστάτην δὲ μᾶλλον ἡμῖν ἀνατίκτουσι πραγμάτων εἰκόνα· ἣν δὴ καὶ ὅπως ἂν δύνωμαι διειπεῖν διὰ τὴν σὴν ὠφέλειαν, οὐκ ἀποκνήσω. Προκείσεται δὲ τῶν ἄλλων ὁ περὶ τῆς ἀργίας λόγος, διπλοῦν εἰσφέρων θεώρημα. ιαʹ. Ἐπειδὴ γὰρ τῆς ἐνεγκούσης ἀπάραντες, τὴν Αἰγυπτίων κατῳκίκασι χώραν οἱ ἐξ Ἰσραὴλ, μακροὺς ἐν αὐτῇ παρατείνοντες χρόνους, ὅτι μὲν Ἑβραῖοι τὸ γένος εἰσὶ, καὶ τῆς Ἀβραὰμ ἐξέφυσαν ῥίζης, οὐδὲ ἐν μόναις ἔτι, κατὰ τὸ εἰκὸς, διέσωζον μνήμαις. Ἐπιλαθόμενοι δὲ τῶν πατρίων ἐθῶν, καὶ τὴν προγονικὴν εὐσέβειαν ἀρνησάμενοι, πρὸς τὰς τῶν ἐπιχωρίων ψευδολατρείας ἐτράποντο. Ἀδικεῖν δὲ ὥσπερ οὐ μετρίως ὑπειληφότες τοὺς εἴσω γῆς εἰσδεξαμένους τὸν μετανάστην λεὼν, εἰ μὴ καὶ τῆς αὐτῆς ἐκείνοις συμμετάσχοιεν πλάνης, ἡλίῳ μὲν χρῆναι προσκυνεῖν ὑπελάμβανον· οὐρανῷ δὲ καὶ γῇ, σελήνῃ καὶ ἄστροις, καὶ τίνι γὰρ οὐχὶ τῶν στοιχείων τὴν Θεῷ πρέπουσαν δόξαν ἀπονέμειν ᾤοντο δεῖν; Βαθὺς γὰρ ἦν αὐτοῖς τῆς ἀγνοίας ὁ σκότος· καὶ καθάπερ ὁ Παῦλός φησιν, ἐλάτρευον τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Ἐπειδὴ δὲ αὐτοὺς τῆς Αἰγυπτίων ὠμότητος, καὶ τῆς πικρᾶς ἐκείνης δουλείας ἐλευθεροῦν ὁ νομοθέτης ἐπείγετο, καὶ δὴ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐκάλει, τὴν ἐν Αἰγύπτῳ πλάνην ἀποφορτίζεσθαι μελισμοῦ τινος δίχα προσέταττεν· «Ὅρα δὴ, λέγων, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. Κύριος ὁ Θεός σου, Κύριος εἶς ἐστιν.» Ἐπειδὴ δέ πως ἐχρῆν καὶ διὰ