Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.528
Not analysed yet
πράγματος ἐναργοῦς ἐπαναγκάζειν ὥσπερ καὶ οὐχ ἑκόντας ὁμολογεῖν, ὣς πεποίηται μὲν οὐρανός· ἥλιος δὲ, καὶ σελήνη, καὶ ἄστρα, καὶ γῆ, καὶ ἡ ἄλλη δὲ σύμπασα κτίσις ταῖς τοῦ δημιουργήσαντος τέχναις εἰς τὸ εἶναι κεκίνηται, συσχηματίζεσθαι κελεύει τῷ Δημιουργῷ· καὶ καταλύοντας ἐν Σαββάτῳ, τῆς ἑορτῆς τὴν αἰτίαν εἰδέναι βούλεται· «Κατέλυσε γὰρ, φησὶν, ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.» Οἱ δὲ καταλύοντι τῷ Δημιουργῷ συγκαταλύειν σπουδάζοντες, πῶς οὐκ ἂν ὁμολογήσαιεν, καὶ μάλα σαφῶς, ὡς πεποίηται μὲν τὰ σύμπαντα, εἷς δὲ ἁπάντων γενεσιουργὸς καὶ τεχνίτης ἐστί; Συμβέβηκε τοίνυν, διὰ τῆς κατὰ τὸ Σάββατον ἀργίας, καὶ τὸν περὶ τῆς θεότητος εἰσφέρεσθαι λόγον τοῖς ἐξ Ἰσραὴλ, καὶ τὴν ἁπάντων τεχνίτην καὶ δημιουργὸν ἐπιγινώσκεσθαι φύσιν· καὶ τὴν τῶν ὁρωμένων στοιχείων οὐκ ἀγνοεῖσθαι δουλείαν. Εἷς μὲν δὴ λόγος οὗτος τῆς κατὰ τὸ Σάββατον ἀργίας. Δεύτερος δὲ ἐπὶ τούτῳ καὶ μάλα σεμνὸς, καὶ τοῖς τὴν ἕξιν τελειοτέροις ἁρμοδιώτατος· «Οὐ γὰρ τοῖς ἔτι νηπιάζουσι τὰς στερεωτέρας τῶν μαθημάτων παραθετέον τροφάς· ἀλλὰ τοῖς διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένοις,» ὡς ὁ Παῦλός φησι. Σημαίνει τοίνυν ἡ κατὰ τὸ Σάββατον ἀργία καὶ ἡ τῶν ἔργων ἀπόθεσις τὴν ἐσομένην ἐπὶ τέλει τῶν ἁγίων κατάπαυσιν· ὅτε δὴ πόνων ἀποσεισάμενοι, καὶ τοὺς ἐπὶ τοῖς σταδίοις ἱδρῶτας ἀπονιψάμενοι, πρός τε τὴν ἄνω πόλιν ἀναποδίσαντες, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐν ἀναπαύσει καὶ τρυφῇ τὸν ἅπαντα διοίσουσι χρόνον· ἔργων μὲν οὐκέτι καὶ πόνων ἁπτόμενοι· τὰ δὲ ἐν τῷ παρῳχηκότι βίῳ καυχήματα ἐφόδιον πρὸς σωτηρίαν ἔχοντες, εἰς ἀθάνατον ζωὴν τὰς ἑαυτῶν ἀποθρέψουσι ψυχάς. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ προευτρεπίσθαι δεῖν τὰς ἐν Σαββάτῳ τροφάς. Τὸ δὲ βαστάγμασιν, ἤτοι φορτίοις μὴ ἐξεῖναί τισι καταβρίθειν ἑαυτοὺς ἐν Σαββάτῳ, ἐκεῖνο σημαίνειν ἔοικε, κατά γε τὸν ἡμέτερον νοῦν, ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, κατὰ τὸν ἐν τῇ ἄνω πόλει σαββατισμὸν, οὐκέτι τὸ τῆς ἁμαρτίας ἡμῖν φορτίον ἐπικείσεται· οὐδὲ συντρίψει πάλιν εἰς παρανομίας δελεάζων ὁ πονηρός· αὐτὸς μὲν εἰς ᾅδου δίκας ὑπέχων τὰς διαιωνίου πυρός· λελυμένης δὲ εἰς τὸ παράπαν τῆς νῦν ἐνεργούσης ἐν ἡμῖν ἁμαρτίας. Τό γε μὴν τῶν τῆς Ἱερουσαλὴμ πυλῶν εἴσω μένειν κατὰ τὸ Σάββατον, αὐτὸ διὰ τῶν αὐτῶν εἴσω μένειν δοκεῖ. Οἱ γὰρ ἅπαξ εἰς τοὺς τῶν ἁγίων ἀνακεκλιμένοι χοροὺς, καὶ εἰς τὴν τῶν πρωτοτόκων εἰσελάσαντες Ἐκκλησίαν, οὐκ ἐκβήσονταί ποτε τῆς ἐν θυμηδίαις ἀσφαλείας· οὐδὲ ἐξελεύσονται τῆς δοθείσης αὐτοῖς δωρεᾶς· ἀλλ' ἐν αὐτῇ μενοῦσιν ἀεὶ, τῇ τοῦ Πνεύματος χάριτι πεπυργωμένοι τὸν νοῦν. Οὕτω γὰρ γέγραπται· «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐπὶ γὰρ