Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.532
Not analysed yet
τοῦ Ἰσραήλ.» Ἀναγκαίως ὁ πάντων Δεσπότης, οὐκέτι διακόνοις τισὶ καὶ ὑπηρέταις ἐχρῆτο πρὸς κατόρθωσιν τῆς ἡμετέρας σωτηρίας, ἀλλ' ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιτιθεὶς τῷ τυραννήσαντι διαβόλῳ, γέγονεν ἄνθρωπος· καὶ τίκτεται μὲν διὰ τῆς ἁγίας Παρθένου· πολλὰ δὲ σημεῖα καὶ τέρατα τοῖς διδασκαλικοῖς ὁμοῦ παρεχόμενος λόγοις, πάντα μετετίθει πρὸς τὸ ἄμεινον, καὶ τὴν κατεφθαρμένην τοῦ ἀνθρώπου φύσιν εἰς καινότητα μεταρυθμίζων ζωῆς, καθάπερ ἐκ δεσμῶν λελυμένην, ἐλευθέραν προσῆγε τῷ Πατρὶ, καὶ τοὺς ἐκ τῆς ἁμαρτίας συντετριμμένους, ἡμερωτάτῳ δόγματι, πρὸς ἑαυτὸν ἐκάλει, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Τέθειτο μὲν οὖν ἐν τούτοις τὰ καθ' ἡμᾶς. Διεπρίετο δὲ πάλιν ὁ τύραννος ἐπὶ τοῖς τοῦ Σωτῆρος ἡμῶν κατορθώμασι· καὶ θρήνου πρόφασιν ἐποιεῖτο τὴν ἡμετέραν σωτηρίαν· ὡς δὲ τῆς ἐκ πλεονεξίας αὐτῷ πεποιημένης ἀρχῆς ἐξωθούμενος εἰς βαθεῖαν ἐβαπτίζετο λύπην. Ἡλίου μὲν γὰρ δίκην ἀναλάμπον τὸ θεῖον κήρυγμα βλέπων, κατεσκεδασμένην δὲ ἤδη τὴν τῆς ἀρχαίας ἀσεβείας ἀχλὺν, ὠδῖνας τὰς ἐπὶ τούτῳ δριμείας ἐδέχετο· ἀναζέων δὲ τοῖς θυμοῖς, καὶ θερμοτάτῳ συντηκόμενος φθόνῳ, θανάτῳ περιβαλεῖν ἐβούλετο τὴν ζωήν· καὶ τὸν ἐπὶ σωτηρίᾳ πάντων ἐπιδημήσαντα Κύριον τοῖς τῆς φθορᾶς ὑποθήσειν δεσμοῖς προσδοκήσας ὁ παραφρονέστατος, ἀναπείθει τῶν ὁμογνωμόνων τινὰς Ἰουδαίων, ὑπηρέτας αὐτῷ γενέσθαι τοῦ δράματος, καὶ τῆς ἀνοσίου τόλμης ὑπεραστάς. Οἳ καὶ σταυρῷ παραδόντες τῶν ἀπάντων Δεσπότην, ὅσον εἰς τὴν τῶν τολμησάντων ὑπεροχὴν, κρείττους ἤδη καὶ τῆς διαβολικῆς ὑπονοίας ἐφαίνοντο, καὶ τὸ ἐκείνου παρατρέχοντες θάρσος, μικρὸν ἐν τούτοις ὄντα, τὸν ἑαυτῶν ἀπέφαινον βραβευτήν. Ὁ μὲν οὖν ἁπάντων Σωτὴρ, τὴν τοῦ γένους ἡμῶν σωτηρίαν, ἄριστά τε καὶ λίαν ἐντέχνως διοικούμενος, ἐτίθει, καθὼς γέγραπται, τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἅτε δὴ καὶ ποιμὴν ὑπάρχων ἀγαθὸς, καὶ τῆς τῶν προβάτων ἀγέλης προκινδυνεύειν οὐ παραιτούμενος. Ὁ δὲ τῶν Ἰουδαϊκῶν τολμημάτων ἐξηγούμενος, καὶ τῆς ἐφ' ἑαυτῷ παγίδος κατασκευαστὴς, μόλις ἔγνω παθὼν, ὅτι τῆς ἐλπίδος ἐσφάλλετο, πρὸς πᾶν τοὐναντίον μετακεχωρηκότος τοῦ πράγματος, καὶ θαλαττίου δίκην πλωτῆρος, καθάπερ ἐξ οὐρίου πνεύματος εἰς πόδα τῶν λίνων μεσούσης αὐτῷ τῆ; νεὼς, ἐθρήνει βλέπων ἐξ ἀντιστρόφου τὰ προσδοκώμενα. Κρατήσειν γὰρ οἰηθεὶς, καὶ χαλεπωτέραν τὴν καθ' ἡμῶν καταστήσεσθαι τυραννίδα, καὶ τοῦ δύνασθαί τι λοιπὸν ὁ δείλαιος ἐξεβάλλετο. Σειραῖς γὰρ ἀλύτοις, καθάπερ τι θηρίον, καταδεσμούμενος, καὶ τῆς ἐνούσης ἰσχύος ἀπονευρούμενος, χώραν ἐποιεῖτο καὶ πόλιν τὸν ἐσώτατον τοῦ θανάτου μυχὸν, καὶ ὁ ψυχραῖς ἠπατημένος ἐλπίσιν, ὡς ὅμοιος ἔσεσθαι τῷ Ὑψίστῳ δοκῶν, ἐπάνω τε τοῦ οὐρανοῦ τὸν οἰκεῖον ἱδρύσειν θρόνον ἐκμελετήσας ποτὲ, οὐκ εἶχεν εἰπεῖν ᾅδου τι ἀθλιώτερον. Αἱ μὲν γὰρ τῶν ἀνθρώπων ψυχαὶ,