Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.529
Not analysed yet
κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα· ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός.» Ἐπιλήσονται δὲ τὴν θλίψιν αὑτῶν τὴν πρώτην, καὶ οὐκ ἀναθήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ὅτι δὲ πάλιν τὴν ἐσομένην τοῖς ἁγίοις κατάπαυσιν ἐπὶ τῇ τῶν αἰώνων συντελείᾳ σημαίνει τὸ Σάββατον, αὐτὸς ἡμῖν εἰσίτω μάρτυς ὁ Παῦλος, καὶ λεγέτω πρὸς Ἑβραίους, περὶ τῶν ἀρχαιοτέρων ἐπιστέλλων· «Φοβηθῶμεν οὖν μήποτε, καταλιμπανομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκεῖ τις ἐξ ἡμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι.» Ἐπειδὴ δέ πως ἐδόκει παρὰ τοῖς οὐκ εἰδόσι νοεῖν, κατάπαυσιν ὀνομάζειν ἐνθάδε τὴν εἰς γῆν τῆς ἐπαγγελίας εἴσοδον διὰ τῆς Ἰησοῦ στρατηγίας πεπληρωμένην· Ἰησοῦ δέ φημι τοῦ καλουμένου Ναυῆ· δεικνύων ἐναργέστερον, ὡς ἐκείνης μὲν οὐδὲ εἷς λόγος αὐτῷ, εἰς δὲ τὴν προσδοκωμένην ἔσεσθαι βλέπει, καὶ κατ' ἐκείνης ὁ τῶν νοημάτων σκοπὸς συντείνεται, πάλιν φησὶν ἐφεξῆς· «Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ,» σαββατισμὸν ἐνθάδε λέγων σαφέστατα τὴν ἐπὶ τέλει τῶν ἁγίων κατάλυσιν. Καὶ γοῦν ἐφεξῆς σημεῖον τοῦ νοήματος δίδοσιν ἀκριβὲς, ἐπιφέρων ὡδί· «Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.» Κατανόει σαφῶς, καὶ μάνθανε, Ἰουδαῖε, δι' ὧν ἐνθάδε φησὶν ὁ παρὰ τοὺς πόδας τοῦ Γαμαλιὴλ ἀνατεθραμμένος, ὁ σύμπασαν ἔχων τοῦ νόμου τὴν γνῶσιν· Ἑβραῖος ὢν ἐξ Ἑβραίων, φυλῆς Βενιαμὶν, κατὰ νόμον Φαρισαῖος· ὅτι τὴν μὲν τυπικὴν ἀργίαν, τὴν κατὰ τὸ Σάββατον, λέγων, τὴν διὰ τοῦ νομικοῦ γράμματος εἰσφερομένην, οὐδὲν μὲν ὅλως εἶναί φησιν· εἰκόνα δὲ μᾶλλον τυποῦν τῶν ἐν ἐλπίσιν ἀγαθῶν, καὶ τῆς κατ' ἐκεῖνο καιροῦ τοῖς ἁγίοις δοθησομένης ἀναπαύλης, καθ' ὃν ἂν ὁ πάντων Σωτὴρ ἐξ οὐρανοῦ παραγένηται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ, καθὼς γέγραπται, καὶ διαδίδωσι τοῖς ἁγίοις τὰ γέρα. Ἀλλ' οἶμαι διαρκῶς καὶ τὸν περὶ τούτων ἡμῖν κατεξητάσθαι λόγον, ὅθεν δὴ λοιπὸν ἰτέον περὶ τὰ συνήθη καὶ πρεπωδέστερα. Ἐπειδὴ τοίνυν Ἑλλήνων μὲν ἐπλανῶντο παῖδες, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, καὶ εἰς πολύθεον ἀπάτην ἐγκεχυμένοι, τὴν πλατεῖαν εἰσεπήδων τοῦ θανάτου πύλην, Ἰουδαῖοι δὲ πάλιν τοσοῦτον εἰς τὰς ἑαυτῶν ἐξημάρτανον ψυχὰς, ὡς ποιεῖσθαι μὲν τοῦ νόμου φροντίδα οὐδαμῶς, ἡγεῖσθαι δὲ φορτικοὺς, καὶ ληρεῖν ὑπολαμβάνειν τοὺς τῶν καλλίστων εἰσηγητὰς, καὶ τοῖς διὰ τῆς ἄνωθεν προκεχειρημένοις χάριτος διαῤῥήδην ἐπιφωνεῖν· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν· ἀφέλετε ἀφ' ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ' ἡμῶν τὸ λόγιον