Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.576
Not analysed yet
καὶ ὁ τῶν ἁγίων μαθητῶν ἡγούμενος Πέτρος, ὃς διαπυνθανομένου τοῦ Σωτῆρός ποτε· «Τίνα λέγουσιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου;» διαῤῥήδην ἀναβοᾷ· «Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Οὐκ, Ἐν σοὶ, φησὶν, ὁ Υἱός· ἀλλ' εἰδὼς ἕνα καὶ τὸν αὐτὸν, καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκὸς, «Σὺ, φησὶν, εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Τί οὖν ἆρα τὸ ἐντεῦθεν ἐκβέβηκεν; Ἐμακαρίζετο τοῦτο λέγων ὁ μαθητής· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Δῶρον δὲ ταῖς ἐννοίαις ἰσόῤῥοπον, καὶ τῆς ὀρθοδόξου πίστεως ἀμοιβὴν ἐκομίζετο, τὰς κλεῖδας τοῦ οὐρανοῦ, καθὼς γέγραπται. Ταύτῃ καὶ ἡμεῖς ἀκολουθῶμεν τῇ πίστει, καὶ τὸ συμφρονεῖν τοῖς Ἰουδαίοις ἀποῤῥιπτοῦντες ὡς ποῤῥωτάτω, μὴ λέγωμεν σὺν ἐκείνοις τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· «Διατί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ἀλλ' ἕνα προσκυνοῦμεν, καὶ ὁμολογοῦμεν Χριστὸν, τὸν αὐτὸν καὶ Λόγον ἐκ Θεοῦ καὶ Πατρὸς, καὶ «ἄνθρωπον ἐκ γυναικὸς,» καθὼς γέγραπται. Ἐπειδὴ γὰρ ἦμεν ἐν πολλαῖς ἁμαρτίαις, καὶ τὴν ἑκάστου ψυχὴν τὸ πικρὸν τῶν ἐν ἡμῖν ἡδονῶν κατεληΐζετο στίφος, «Ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, ὡς ὁ Παῦλός φησι, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,» καὶ σὺν αὐτῇ τὸν ἐξ αὐτῆς βλαστήσαντα θάνατον, ἵνα πάντας ἀναστοιχειώσῃ πρὸς τὴν ἀρχαίαν ζωήν. Ἰουδαῖοι μὲν γὰρ οἱ δείλαιοι, ταῖς τοῦ διαβόλου στρατηγίαις τὰ πάντα πειθόμενοι, τὸν τῆς δόξης ἐσταύρωσαν Κύριον. Ἀλλ' οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν καὶ Θεὸν, τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. Τοιγάρτοι σκυλεύσας τὸν ᾅδην, καὶ πάντα τοῦ διαβόλου κενώσας μυχὸν, ἀνέστη τριήμερος, ὁδὸς καὶ ἀρχὴ καὶ θύρα τῇ ἀνθρωπείᾳ φύσει γενόμενος, πρὸς τὸ ἀνατρέχειν εἰς ζωὴν, καὶ τῶν τοῦ θανάτου κατανεανιεύεσθαι βρόχων. Πάντες γὰρ ἦμεν ἐν Χριστῷ, καθὸ γέγονεν ἄνθρωπος χωρὶς ἁμαρτίας· «Καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο, κατὰ τὸ γεγραμμένον, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς, νικήσῃ τὸν θάνατον, ὅτε γέγονεν ἄνθρωπος.» Εἰς τοῦτο γὰρ ὅλος ὁ σκοπὸς τῆς μετὰ σαρκὸς οἰκονομίας ὁρᾷ τε καὶ βλέπει. Διαναστὰς δὲ ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἐκ νεκρῶν, ὤφθη μὲν τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιτρέψας δὲ βαπτίζειν αὐτοῖς εἰς ὄνομα Πατρὸς, Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ ὅλην τῷ λόγῳ καταφωτίζειν τὴν οἰκουμένην, καὶ εἰς αὐτὸν ἀνέβη τὸν οὐρανὸν, «συνεμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» καθὰ γέγραπται, ἵνα «παράκλητον αὐτὸν ἔχοντες πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν,» ὡς Ἰωάννης φησὶ, «δρομαῖοι βαδίζωμεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως·» ἁμαρτίας μὲν ἁπάσης ἀποπηδῶντες εὐτόνως, ἐπιτρέχοντες δὲ μᾶλλον τὸ κατορθοῦν ἐπείγεσθαι τὴν φιλόθεον ἀρετὴν, σωφροσύνην ἐπασκοῦντες, ἐγκράτειαν ἀγαπῶντες «παρι-