Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.577
Not analysed yet
στῶντες τὰ μέλη τοῦ σώματος ὅπλα δικαιοσύνης τῷ Θεῷ,» τῶν ἐν ταλαιπωρίαις μνημονεύοντες, ὀρφανοὺς καὶ χήρας ἀνακτώμενοι, τοῖς δεσμίοις ἐπελαφρίζοντες τὴν ἐκ τοῦ δέεσθαι συμφορὰν, καὶ ἁπαξαπλῶς τῆς εἰς ἀλλήλους ἀγάπης ἐχόμενοι. Τότε γὰρ, τότε τὴν καθαρωτάτην καὶ παντὸς ἀγαθοῦ μητέρα νηστείαν ἐπιτελέσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ δωδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ἑπτακαιδεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ Θʹ. αʹ. Ἄρα πάλιν ἡμᾶς τὰ λαμπρὰ τῆς ἁγίας ἑορτῆς ἀναδεκνύντας συνθήματα, μέγα τι καὶ διαπρύσιον ἀνακραγεῖν· «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» Ἥκει γὰρ, ἥκει καὶ εἰσαῦθις ἡμῖν διὰ τῆς ἐτησίου περιστροφῆς ὁ τῆς νηστείας καιρός. Καθάπερ ἐξ ἑῴων ἄρτι κλιμάτων ἡλίου μὲν γῆς ὑπερύπτασθαι λαβόντος ἀρχὴν, εἴσω γε μὴν ἔτι τὴν αἴγλην ὠδίνοντος, αἱ λαμπραὶ τῶν ἀκτίνων προσανίσχουσι βολαὶ, τὴν ἐκ τοῦ σκότους μετατιθεῖσαι κατήφειαν εἰς ἡδὺ γελῶσαν εὔχροιαν, καὶ ὄψιν· τὸν [αὐτὸν], οἶμαι, τρόπον τῆς θείας ἡμῶν ἑορτῆς περιαγγελλομένης ἤδη καὶ προσλάμπει αὐτῆς τὸ σεμνὸν δὴ τοῦτο τῆς Ἐκκλησίας ἀναπειθούσης κήρυγμα, διαλευκαίνεταί πως τῆς ἑκάστου διανοίας εἰς φαιδροτέραν ἕξιν τὸ κήρυγμα· καί μοι δοκεῖ, φαίην δ' ἂν ἴσως, οὐκ ἀπὸ σκοποῦ, μέλλοντά πως ἔτι καὶ καταιτιᾶσθαι τάχα τὸν τοῦ σταδίου καιρόν. Ἀλύει δὲ, ὡς εἰκὸς, καὶ βαρύνεται φιλεργὸς ὢν ὁ νοῦς, ὅτι μὴ συνειστρέχοντας τῷ κηρύγματι τοὺς ἀγῶνας ὁρᾷ· τοιγάρτοι καὶ λίαν ὀρθῶς τὸν ἐν προθυμίαις ὄντα ταῖς οὕτω θερμαῖς, ἵππῳ πολεμιστηρίῳ τὸ τῆς θεοπνεύστου Γραφῆς παρεικάζει λόγιον, ὡδί πως ἔχον· «Πόῤῥωθεν ὀσφραίνεται πολέμου, σὺν αἵματι καὶ φωνῇ.» Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, καὶ ὁ πάνδεινος τοῦ πολέμου κρότος, καὶ κτύπος ἐνόπλιος, καὶ σιδήρου στίλβοντος ὄψις, καὶ τῶν ἐν μάχῃ σαλπίγγων οὐκ ἐλευθέρα δείματος ἠχὴ, πρὸς τὸν ἐπὶ τῷ πολέμῳ παρεγείρει πόθον· ἀνδρὸς δὲ ὁσίου ψυχὴν εἰς ἀγῶνα παραθήγει τὸν θεῖον λόγος τῶν καλλίστων εἰσηγητικὸς, καὶ εἰς φιλόθεον ἕξιν μάλα διανιστάς. Λόγῳ μὲν οὖν κεχρῆσθαι τοιῷδε, λαμπρὸν, οἶμαι, τὶ τὸ χρῆμα καὶ ἀξιοζήλωτον ὁμολογήσειέ τις