Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.580
Not analysed yet
ἄν. Τό γε μὴν ἐπιτηδείως ἔχοντας ἡμᾶς, εἰς τοῦτο μηδαμόθεν ὁρᾶσθαι τάχα ἄν τι καὶ δέος ἡμῖν προσεποίησε, καὶ τριπόθητον ἔδειξε τὸ σιγᾷν (οἱ γὰρ ἑαυτῶν ἐπιγνώμονες σοφοὶ, κατὰ τὸ γεγραμμένον), εἰ μὴ θεῖος ἡμᾶς ἐπὶ τὸ χρῆναι λαλεῖν ἀντεσόβει νόμος. «Ἱερεῖς γὰρ, φησὶν, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος παντοκράτωρ.» Χρὴ δὲ δή τι διαπυνθάνεσθαι μὲν ἡμᾶς· ἐπιμαρτύρασθαι δὲ τῷ οἴκῳ Ἰακὼβ, δι' ἑτέρου προφήτου κεχρησμῴδηκε, λέγων· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας τὴν γῆν εἰς οἶκον Κυρίου Θεοῦ ἡμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς.» Οὐ γὰρ δή που φαίη τις ἂν, ὡς ἀνίπτοις ἰέναι ποσὶν ἐπὶ τὴν εἴσω θέμις σκηνήν· προκεκαθαρμένους δὲ μᾶλλον διὰ πάσης ἐπιεικείας· καὶ τοῖς ἐξ ἀσκήσεως πόνοις τὰ ἐπὶ τῆς γῆς νεκρώσαντας μέλη, τότε δὴ, τότε τῶν θείων ἐπέκεινα καταπετασμάτων ἐπείγεσθαι δεῖν, τὸ βαθὺ τοῦ Σωτῆρος ἡμῶν περισκεπτομένους μυστήριον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῆς ἄνωθεν ἡμῖν εὐλογίας πλουσίως μεταλαχεῖν, μὴ οὐχὶ δρᾷν ἑλομένοις, καὶ μάλα προθύμως, τὰ τῇδε διηγγελμένα. Ταῦτα τῷ λόγῳ πρὸς τὸ παρὸν ἡ πρόφασις ἐκ νομικῶν συνθημάτων στρατηγεῖν μὲν, καὶ συνοπλίζεσθαι τοῖς ἁγίοις μαχηταῖς ἐπιτεταγμένοι, πανηγυραρχεῖν δὲ τοῖς ἑορτάζουσι, καὶ συμπαρεῖναι μυσταγωγόν. Καὶ τίς ἡ τούτων ἀπόδειξις; Αὐτὸς ὁ πάντων Δεσπότης, οὕτω πρὸς ἡμᾶς διὰ Μωσέως εἰπών· «Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημάνητε ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξι· καὶ ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Καὶ ἔσται ὑμῖν ἀνάμνησις ἐναντίον τοῦ Θεοῦ ὑμῶν.» βʹ. Καὶ σκιὰν μὲν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, καιροῦ πρὸς μάχην ἐπείγοντος, τοὺς ἱερᾶσθαι λαχόντας κεχρῆσθαι δεῖν ἐπιτάττει ταῖς σάλπιγξιν, ὑψηλὸν δὲ καὶ ὑπέρτονον ἰέντας ἠχὴν, εἰς ἀνδρείας ἀνάμνησιν ἐγείρειν τὸν ὁπλιτεύοντα· τοῖς γε μὴν ἑορτάζουσι, τὸν ταῖς θυμηδείαις πρέποντα ποιεῖσθαι ῥυθμόν. Οἱ δὲ τὰ ἐκ τῆς ἐντεῦθεν σκιᾶς εἰς τὴν τῆς ἀληθείας μεταπλάττοντες δύναμιν, ἀντὶ τῆς ἀρχαίας ἐκείνης σάλπιγγος, καὶ ἀχρείου καταβοῆς, τὸν διδασκαλικὸν ἐπιτηδεύομεν λόγον, παρορμῶντα μὲν εἰς εὐτολμίαν τὴν σώφρονα τοὺς τοῖς τῆς σαρκὸς κινήμασιν ἀντιπαρεξάγοντας τὴν ἐγκράτειαν, καταστρατευομένους δὲ τῶν οἰκείων παθῶν, καὶ τοῖς τῆς δικαιοσύνης ὅπλοις ἐναρμόσασθαι δεῖν ἑλομένους· τοῖς γε μὴν οὖσιν ἐν