Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.601
Not analysed yet
εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσι.» Βασιλεύει γὰρ καὶ κατάρχει τῶν ὅλων, καὶ διοικεῖ, διὰ παντὸς τὰ πάντα ζωογονῶν καὶ πρὸς τὸ εἶναι συνέχων ὁ Θεὸς καὶ Πατὴρ, δι' Υἱοῦ ἐν Πνεύματι, οὐχ ὡς δι' ὀργάνου τυχὸν παραληφθέντος εἰς ὑπουργίαν· σύνεδρον γὰρ ἕχει καὶ σύνθρονον αὐτῷ τὸν ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον, καὶ συμβασιλεῦον αὐτῷ τὸ ἴδιον Πνεῦμα. Ἐπειδὴ δὲ δύναμις καὶ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, τὰ πάντα ἐνεργῶν ἐν Πνεύματι, ὡς δυνάμεως καὶ σοφίας τῆς ἑαυτοῦ, τὰ πάντα πρὸς τὸ εἶναι συνέχει, καὶ κατάρχει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. Προϋποκειμένης τοιγαροῦν ἐν ἡμῖν, καὶ ἐν κρηπίδος τάξει προκαταβληθείσης ἐν ταῖς ἡμετέραις καρδίαις τῆς ἀλοιδορήτου καὶ ἀνυπαιτίου πίστεως, τότε δὴ, τότε, καὶ λίαν εὐκαίρως, ποιήσαιμεν ἂν τὰ δι' ὧν ἐσόμεθα λαμπροὶ, τουτέστι πᾶν εἶδος ἀρετῆς, καὶ τὰ ἐκ φιλοθέου γνώμης κατορθώματα. Ὥσπερ γὰρ «ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν,» οὕτω καὶ τὰ ἔργα, μὴ προϋπαρχούσης ἐν ἡμῖν τῆς πίστεως, οὐκ ἔσθ' ὅπως ὀνίνησί τι τὰς ἡμετέρας ψυχάς· «Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ,» κατὰ τὸ γεγραμμένον. Ἀνὴρ μὲν γὰρ ὁ μὴ λίαν ἐντριβὴς τῶν ἐν παλαίστραις τεχνῶν, κἂν ῥώμῃ τῶν ἄλλων διενεγκεῖν πιστεύεται, ἀλλ' οὐδαμόθεν εὑρήσει τὸ καὶ ταῖς τῶν στεφάνων φιλοτιμίαις ἐναβρύνεσθαι, μὴ οὐχὶ πρότερον εἰσβεβηκὼς τοὺς ὑπὲρ τῆς εὐκλείας ἀγῶνας, καὶ τῶν ἰδίων κατορθωμάτων ὀπτῆρα λαχὼν τὸν τοῦ σταδίου προεστηκότα. Ἀγωνιζώμεθα τοίνυν ὡς ἐν ὄψει Θεοῦ τὸν θεῖον αὐτοῦ τιμῶντες νόμον, καὶ εἰς τὸ δοκοῦν αὐτῷ, τὸν οἰκεῖον ἀπευθύνοντες βίον, διὰ τῆς εἰς ἅπαν ὑποταγῆς, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις θερμήν τε καὶ ἄμαχον ἐπιθυμίαν ἐπιδεικνύωμεν, παριστάντες ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ τῶν ἁγίων ἀθλοθέτῃ Θεῷ. Καὶ ἡδονὴν μὲν ἀκάθαρτον ὡς ποῤῥωτάτω τῆς ἑαυτῶν ποιῶμεν ψυχῆς, τὰς δὲ ἐπὶ τοῖς αἰσχίστοις ἐπιθυμίας ὡς δυσέκπλυτον κηλίδα παραιτώμεθα, καὶ δυσαπόνιπτον ἡγώμεθα μολυσμόν. Ἐννοῶμεν δὲ πρὸς τούτοις τὸ εἰρημένον παρὰ Θεοῦ· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Οὕτω γὰρ ὡσεὶ ἐκ νεκρῶν ζῶντες παραστησόμεθα τῷ Θεῷ· οὕτως ἡμᾶς ὁ καθαρὸς προσδέξεται καθαροὺς, οὕτω πρὸς μέθεξιν τῆς μυστικῆς εὐλογίας ἐρχόμενοι, παντὸς ἀγαθοῦ τὴν οἰκείαν ἕκαστοι ψυχὴν ἀναπληρώσομεν. Λέγει γὰρ διὰ Μωσέως ὁ τῶν ὅλων Δεσπότης Θεός· «Οὗτος ὁ νόμος τοῦ Πάσχα· Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ· πάροικος, καὶ μισθωτὸς οὐκ ἔδεται ἀπ' αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμῇς αὐτὸν, καὶ τότε φάγεται ἀπ' αὐτοῦ.» Ἀκούεις ὅπως τε καὶ τίνα τρόπον καθαρῶς καὶ ἀνεγκλήτως συνεσόμεθα τῷ Κυρίῳ; Ἐξείργει μὲν γὰρ τὸν ἀλλογενῆ, καὶ ὡς ἀνίερον ἀποπέμπεται πάροικόν τε καὶ μισθωτόν. Καὶ ἀλλογενῆ μὲν νοήσεις τὸν τῆς εἰς Χριστὸν πίστεως ἀλλότριον ἔτι παντελῶς·