Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.604
Not analysed yet
πάροικόν γε μὴν, τὸν ὅτῳ πιστεύειν ἑδραίως οὐκ ἔνι, ὑπονοστοῦντα δὲ ὥσπερ καὶ εἰς ἰδίαν ἀποστρέφοντα πόλιν ἢ χώραν, τὴν ἀπιστίαν, ὃν ἡμᾶς ἔθος μεταβάτην ἀποκαλεῖν· διὰ γὰρ τοῦτο καὶ γείτονα τῷ ἀλλογενεῖ τὴν θέσιν ἐκληρώσατο. Ἐγγὺς γὰρ τοῦ μηδὲ ὅλως πεπιστευκότος ὁ τὴν πίστιν ἀρνούμενος. Καὶ [τί] τοῦτό φημι; πολὺ γὰρ μᾶλλον ἐν χείροσι, καὶ μαρτυρήσει λέγων ὁ Χριστοῦ μαθητής· «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.» Μισθωτὸν αὖ πάλιν ἐκεῖνον εἶναί φησι· περὶ οὗ πολὺς ἡμῖν ἤδη καὶ μακρὸς πρὸς ὑμᾶς δεδαπάνηται λόγος. Φασὶ γάρ τινας ἐπὶ τὴν τῶν θείων μυστηρίων ἰέναι μέθεξιν, οὐκ ἐκ διαθέσεως τῆς εἰς Θεὸν παρωρμημένους, ἀλλ' οὐδὲ αἰδοῖ τῇ περὶ τὴν πίστιν κεκρατημένους, κολακεύοντας δὲ μᾶλλον τῶν ὁρώντων τὴν εὔνοιαν, καί τι τῶν καθ' ἑαυτοὺς πραγμάτων ἐπιτελεῖν σπουδάζοντας. Μισθὸν γὰρ ὥσπερ τινὰ τῆς εἰς Θεὸν κεκαπηλευμένης ἀγάπης, τὴν ἐκ τῶν καθαρῶς ἀγαπώντων ἁρπάζουσι συνδρομὴν, ἵνα τι κερδάνωσι κοσμικόν. Ὑποκριτὴς οὖν ἄρα καὶ δείλαιος, καὶ ἐν τοῖς εὐλόγως ἐξωθουμένοις ὁ μισθωτός. Τούς γε μὴν οἰκέτας ἢ ἀργυρωνήτους, οὐχ ὡς ἀνοσίους παντελῶς ἀποπέμψεται, προπεριτμηθῆναι δὲ προστάξας, προσιέναι κελεύει. Καὶ τί τοῦτό ἐστιν; Οἰκέτας ἡμᾶς ὄντας τῶν πονηρῶν δαιμόνων, ἤτοι τῶν ἰδίων παθῶν, ἐξεπρίατο ὁ Χριστὸς, καὶ ἀργυρωνήτους ἀπέδειξε, δοὺς ἀντίλυτρον τῆς ἁπάντων ζωῆς τὸ ἴδιον αἷμα, καὶ τὴν δι' ἡμᾶς πεφόρηκε σάρκα. Χρὴ τοίνυν ἡμᾶς προπεριτμηθέντας ὥσπερ, καὶ τῆς ἀρχαίας ἐκείνης δουλείας ἀποτεμόντας τὸ αἶσχος, πρὸς ἐλευθέραν ἀναδραμεῖν καὶ φιλόθεον ἕξιν, οὕτω τε κολλᾶσθαι τῷ πριαμένῳ Χριστῷ· χρεωστοῦμεν γὰρ αὐτῷ τὴν οἰκείαν ζωήν. Καὶ τούτου μάρτυς ὁ Παῦλος, λέγων· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ἐννοήσωμεν γὰρ ὅτι δριμεῖαν τὴν πρὸς ἡμᾶς ἔχων ἀγάπησιν, καίτοι Θεὸς ὣν ὁ Λόγος, καὶ ὅλην ὑπὸ πόδας ἔχων τὴν κτίσιν, αἰσθητήν τε καὶ νοητὴν, ἴσος τε ὑπάρχων κατὰ πάντα τῷ ἰδίῳ γεννήτορι, «καὶ φῶς μὲν οἰκῶν ἀπρόσιτον» σὺν αὐτῷ, εὐκλείας τε καὶ δόξης τῶν ἁπασῶν ἀνωτάτω νικήσας ὑπερβολὴν, «τεταπείνωκεν ἑαυτὸν δι' ἡμᾶς, μορφὴν δούλου λαβὼν,» ἐν ὁμοιώματι τῷ καθ' ἡμᾶς γενόμενος, ἵνα πάντας ἐξέληται θανάτου καὶ φθορᾶς, «προσηλώσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ θριαμβεύσας ἐν αὐτῷ,» κατὰ τὸ γεγραμμένον, «ἀρχάς τε καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου·» ἵνα πάσης μὲν ἀνομίας ἐμφράξῃ τὸ στόμα, καθαροὺς δὲ ἡμᾶς ἀποδείξας διὰ τῆς πίστεως, καὶ εἰς τὴν τῆς υἱοθεσίας ἀνακομίσῃ τιμήν. Ὑπέμεινε γὰρ τὸν σταυρὸν, καὶ τὸν τῆς σαρκὸς θάνατον, ἐμπαροινησάντων αὐτῷ τῶν ἀνοσίων Ἰουδαίων. Ἀλλ' οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ