Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.605
Not analysed yet
τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. Ζωὴ γὰρ ὢν κατὰ φύσιν, ἀνέστη τριήμερος, σκυλεύσας τὸν ᾅδην, ἀναπετάσας τοῖς κάτω τὰς ἀεὶ κεκλεισμένας πύλας, εἰρηκώς τε «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν σκότει· Ἀνακαλύφθητε,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Κηρύξας τοίνυν καὶ τοῖς ἐν φυλακῇ πνεύμασι τὸν τῆς πίστεως λόγον, ἀνέστη τριήμερος, ὀφθείς τε τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ βαπτίζειν αὐτοῖς ἐπιτάξας «πάντα τὰ ἔθνη, εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,» ἀνέβη πάλιν εἰς οὐρανοὺς, ἡμᾶς εἰς αὐτοὺς ἀνακομίζων δι' ἑαυτοῦ, ὅθεν αὐτὸν εἰσαῦθις ἐλεύσεσθαι προσδοκῶμεν κριτὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς, μετὰ τῶν ἁγίων ἀγγέλων. Ὡς οὖν μέλλοντες λόγον ἀποδοῦναι τῆς οἰκείας ζωῆς, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Τότε γὰρ καθαρῶς νηστεύσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, ὡς τὸ εὐαγγελικὸν διαλαλεῖ κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ καὶ δι' οὗ τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ συναϊδίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ Ιʹ. αʹ. Ἄρα δὴ πάλιν ἡμᾶς ταῖς τῶν ἁγίων ἕπεσθαι δεῖν οἰομένους φωναῖς· καὶ τῆς παρ' ἐκείνοις συνηθείας, κατ' ἴχνος ὥσπερ ἰέναι σπουδάζοντας, ὡς ἀδελφοῖς τε ἅμα καὶ τέκνοις μονονουχὶ καὶ χεῖρα προτεῖναι φιλάλληλον, τὸ σεμνὸν δὴ τοῦτο λέγοντας πρόσρημα· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,» ὃς καὶ εἰσαῦθις ἡμῖν τὸν τριπόθητόν τε ὁμοῦ καὶ εὐκταιότατον τουτονὶ τῆς ἁγίας ἑορτῆς ἀνέδειξε καιρὸν, ὃν αὐτὸς ὁ μέγας καὶ περιφανὴς τῶν ἁγίων προφητῶν προανεφώνει χορὸς, διὰ τῆς τοῦ ἁγίου Πνεύματος μυσταγωγίας φωταγωγούμενος, καὶ τὰ ἐφ' ἡμῖν ἐσόμενα διὰ Χριστοῦ προπαιδευόμενος. Τοιγάρτοι καὶ μέλος ἡμῖν τὸ θεῖον πνευματικῆς ὥσπερ ἀνεκρούετο λύρας ὁ θεσπέσιος Δαβὶδ, ὁ δὲ τῶν ᾀσμάτων ὡδίπως ἔχων ὁρᾶται τρόπος· «Εὐφρανθήτωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· χαρήτωσαν τὰ πεδία, καὶ πάντες οἱ ἐν αὐτοῖς ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρίναι τὴν γῆν, κρίναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.» Ἀλλ' ὁ πάλαι προκεκηρυγμένος ὡς ἀφίξεται, καὶ ὀρθὴν καὶ ἀμώ-