Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.617
Not analysed yet
ἐκείνοις αἰσχρότητος πῶς ἂν οὐ σφόδρα κατηγορήσειεν; Εἶτα πῶς ἂν αὐτὸς διακρούσαιτο τὴν γραφὴν, τῶν οὕτω κατεγνωσμένων πονηρὸς ἐργάτης ἐληλεγμένος; Δεῖ τοίνυν φρονήματος ἡμῖν γενναίου τε καὶ νεανικοῦ πρὸς τὸ δύνασθαι καλῶς διὰ πάσης ἀγαθουργίας ἰέναι πρὸς Θεὸν, τελείως τε καὶ ὁλοτρόπως· ὅπερ ἂν ἡμῖν ὑπάρξῃ, καὶ λίαν εὐκόλως, εἰ τοῖς ἀρχαιοτέροις ἐθέλοιμεν κατακολουθῆσαι τύποις. Ὄψει τοίνυν τοὺς ἐξ Ἰσραὴλ, τὴν μὲν ἀτιμοτάτην δουλείαν ἐκείνην, ἀποφορτίσασθαι δεῖν ἑλομένους, καὶ τῆς τῶν πάλαι πλεονεκτούντων κατακρατῆσαι χειρὸς, οὐ μήν τινα καὶ δράσαι τῶν τοιούτων ἰσχύσαντας, εἰ μὴ τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ ἄρτους ἀζύμους ἔφαγον ἐπ' αὐτῷ. Δι' εὐλογίας οὖν ἄρα τῆς ἀληθεστέρας καὶ μυστικῆς, ἀνατειχίζεσθαι δεῖ τὰς ἡμετέρας ψυχὰς, εἰ τὸ δουλεύειν ἔτι ταῖς ἁμαρτίαις παραιτοίμεθα. Οὐδὲ γὰρ ἑτέρως διαδράσαι τις ἂν τὰς ἐκ τῶν ἐπιγείων παθῶν ἀφορήτους καταδρομὰς, εἰ μὴ διὰ τῆς Χριστοῦ μετοχῆς τοῦ κατισχύοντος παραλῦσαι τὴν δύναμιν [τοῦ Φαραὼ], τουτέστι τοῦ Σατανᾶ. Διὰ γάρ τοι ταύτην μάλιστα τὴν αἰτίαν, καίτοι Θεὸς ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς ὁ Μονογενὴς, ἐθελοντὴς «κατέβη πρὸς κένωσιν, μορφὴν δούλου λαβὼν,» καθὼς γέγραπται, «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» ἵνα τῆς ἡμετέρας φύσεως τὴν εὐτέλειαν εἰς ὕψος ἀνακομίσῃ μέγα, τὴν οἰκείαν αὐτῇ χαριζόμενος ἀσφάλειαν. Ἄτρεπτος γὰρ ὢν, κατὰ φύσιν, καὶ παθεῖν οὐκ εἰδὼς τὸ κατωθεῖσθαι πρὸς ἁμαρτίαν, ἑαυτὸν ἀῤῥήτως ἀνέμιξε τῇ λίαν εὐκόλως πρὸς πᾶν ὁτιοῦν τῶν φαύλων κατωθουμένῃ φύσει, φημὶ δὴ τῇ ἀνθρωπίνῃ· καθάπερ ἔφην ἀρτίως, τῆς ἑαυτοῦ φύσεως τὴν ἀσφάλειαν, ὡς ἀσθενούσῃ δωρούμενος, ἵνα φαίνηται λοιπὸν πεπηγὼς εἰς ἀγαθουργίας ὁ ἡμέτερος νοῦς, καὶ τὰ τῆς σαρκὸς κολάζηται πάθη, νενεκρωμένα παντελῶς τῇ δυνάμει τοῦ κατοικήσαντος ἐν αὐτῇ, τουτέστι τοῦ Θεοῦ Λόγου. Καὶ γοῦν ἐπιστέλλει λέγων ὁ Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Κατακέκριται τοίνυν ἡ ἁμαρτία, νεκρωθεῖσα μὲν πρῶτον ἐν Χριστῷ, νεκρωθησομένη δὲ καὶ ἐν ἡμῖν, ὅταν αὐτὸν ταῖς οἰκείαις ψυχαῖς εἰσοικίζωμεν διὰ τῆς πίστεως καὶ τῆς μετουσίας τοῦ Πνεύματος, συμμόρφους ἡμᾶς ἀποτελοῦντος Χριστῷ, διὰ τῆς ἐν ἁγιασμῷ δηλονότι ποιότητος. Μορφὴ γὰρ ὥσπερ τίς ἐστι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ Πνεῦμα αὐτοῦ, τὸν θεῖον ἡμῶν ἐξεικονισμὸν ἐναποθλῖβον τρόπον τινὰ δι' ἑαυτοῦ. Τοιγάρτοι, καὶ ὡς αὐτὸς ὀνομάζεται παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, οὐχ ἕτερον ὃν παρ' αὐτὸν, ὅσον εἰς ταυτότητα τῆς οὐσίας καὶ εἰς ἐνέργειαν τὴν