Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.620
Not analysed yet
θεοπρεπῆ. Καὶ γοῦν αὐτοῦ λέγοντος τοῦ Σωτῆρος ἡμῶν· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» γράφει μὲν Ἰωάννης, ὅτι «Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια·» πάλιν δὲ Παῦλος, ὁ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία.» Ἀκούεις ὅπως τετήρηκεν ἀστείως ὁ μυσταγωγὸς, τῷ τε Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ τὸ ἐν οὐσίᾳ ταυτὸν, καὶ τὸ νοεῖσθαι διῃρημένως, κατά γε τὸ ὑφεστάναι φημὶ, τοῦθ' ὅπερ ἑκάτερον εἶναι λέγεται, καὶ ἔστιν ἀληθῶς. Πνεῦμα γὰρ εἰκότως νοοῖτ' ἂν τὸ Πνεῦμα, καὶ οὐχ Υἱὸς, μᾶλλον δὲ Πνεῦμα τοῦ Υἱοῦ, διαπλάττον καὶ ἀναμορφοῦν εἰς αὐτὸν τὰ ἐν οἷς ἂν γένοιτο μεθεκτῶς, ἵνα τοῦ ἰδίου γεννήματος διαπρέποντας ἐν ἡμῖν τοὺς χαρακτῆρας ὁρῶν ὁ Θεὸς καὶ Πατὴρ ἀγαπήσῃ λοιπὸν ὡς τέκνα, καὶ ταῖς ὑπερκοσμίοις καταφαιδρύνῃ τιμαῖς. Τοῦτο δ' ἂν γένοιτο φανοτάτη πάλιν ἀπόδειξις τὸ πάλαι τεθεσπισμένον διὰ τοῦ πανσόφου Μωσέως. Τί γὰρ ἔφη πρὸς αὐτόν; «Ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενὲς διανοῖγον μήτραν·» τὸ, Ἁγίασον, εἰπὼν, ἀντὶ τοῦ, Κατάγραψον καὶ ἀνάθες ὡς ἱερὸν καὶ τῷ Θεῷ χρεωστούμενον. Οὐδὲ γὰρ, οἶμαι, φαίη τις ἂν, ὡς ἔστι τῶν ἐφικτῶν τοῦ θείου τε καὶ ἁγίου Πνεύματος Μωσέα φαίνεσθαι χορηγὸν, καὶ τὸν ἐν οἰκέτου τάξει καὶ ὑπηρέτου παρειλημμένον, τοῖς τοῦ Δεσπότου πλεονεκτήμασιν ἐναβρύνεσθαι, καὶ τὰ μόνῳ τε καὶ ἰδικῶς πρέποντα τῷ Θεῷ δύνασθαι κατορθοῦν. Τί οὖν ἄρα διετύπου Μωσῆς; τί δὲ προσελάλει τοῖς υἱοῖς Ἰσραήλ; «Καὶ ἔσται, φησὶ, ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτήν· καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Ἁγιάζεσθαι κελεύει πᾶν πρωτότοκον διανοῖγον μήτραν. Ἅγιοι γὰρ πάντες οἷσπερ ἂν ἡ εἰκὼν ἀναστράπτουσα φαίνοιτο τοῦ ἁγίου καὶ πρωτοτόκου, φημὶ δὴ Χριστοῦ. Νοητοῦ δὲ πράγματος, καὶ τῆς ἐν πνεύματι νοουμένης συμμορφίας, τὴν σωματικὴν ὁμοίωσιν εἰς τύπον προλαβὼν, ἔδειξεν ὁ νόμος τοῦ Θεοῦ καὶ Πατρὸς τὴν προαιώνιον βούλησιν. Διὸ καὶ Παῦλός φησι, διὰ τῆσδε τῆς νομοθεσίας, ὥς γέ μοι φαίνεται, τὸ μέγα τοῦτο συνεὶς μυστήριον· «Οὓς γὰρ ἔγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσε, τούτους καὶ ἡγίασεν· οὓς δὲ ἡγίασε, τούτους καὶ ἐδόξασεν.» Ἀλλὰ φέρε δὴ πάλιν ὡς ἔνι καλῶς τὸν τοῦ θεωρήματος καταλεπτύνοντες νοῦν, ἐπαθρήσωμεν ἀκριβέστερον· ὁποίαν μὲν εἰκότως περιθείη τις ἂν τῷ Χριστῷ τὴν μορφὴν, ἴοι δ' ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. γʹ. Ἀλλ' ἔστιν οὐκ ἀμφίλογον, ὡς ἐκεῖνο δὴ πάντως τὸ ὑπερκόσμιον κάλλος, ὅπερ ἂν νοοῖτο τυχὸν ἐπ' αὐτῆς τῆς πάντα ὑπερκειμένης οὐσίας, φημὶ δὴ