Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.624
Not analysed yet
γινώσκων οὐδαμόθεν ἁλώσιμον, πρὸ ἥβης ἀπαιρεῖ. Τὸ γὰρ ἐκ νηδύος αὐτῆς, τῇ τοῦ ἄρσενος ἐπιφύεσθαι γονῇ, τί οὖν ἐντεῦθεν; Ὅτι πᾶν τὸ τίμιον παρὰ Θεῷ, βδελυκτὸν παρ' ἐκείνῳ. Κρατήσει δὲ πάντως καὶ τὸ ἐναντίον· τὸ γὰρ ἐκ τοῦ διαβόλου κατεστυγημένον, ἐν τοῖς ἀναγκαίοις παρὰ τῷ Θεῷ· ψῆφον δὲ ὥσπερ τινὰ τὴν ἀρίστην ἐφ' ἑαυτῷ, τὴν ἐπὶ τῷ μισεῖσθαι διαβολὴν μετὰ τῆς ἄλλης εὐκοσμίας ἀποκερδαῖνον. Ὅτι δὲ καὶ τοῦτό ἐστιν ἀληθὲς, ἐξ αὐτῶν ὑμῖν ἐπιδεῖξαι τῶν ἱερῶν Γραμμάτων, χαλεπὸν οὐδέν. Οὐκοῦν ἐν τοῖς καλουμένοις Ἀριθμοῖς (κατωνόμασται δὲ οὕτως ἓν Μωσέως βιβλίον), εὐθὺς ἐν ἀρχαῖς ἔφη που Θεὸς πρός τε αὐτὸν τὸν ἱεροφάντην Μωσέα, καὶ πρὸς Ἀαρών· «Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ (ἀρχὴν ὀνομάσας τὸν ἐκλογισμὸν, ἤτοι τὴν ἀπαρίθμησιν), κατὰ συγγενείας, κατ' οἴκους πατριῶν, κατ' ἀριθμὸν ἐξ ὀνόματος κατὰ κεφαλὴν αὐτῶν· πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραὴλ, ἐπισκέψασθε αὐτούς.» Σύνες ὅπως ἀπογράφεσθαι μὲν κελεύει τὸ ἄρσεν, καὶ τὴν ἡβῶσαν ἤδη, καὶ οἱονεὶ σφριγῶσαν ἄρτι πληθύν· «Ἀπὸ εἰκοσαετοῦς γὰρ, φησὶ, καὶ ἐπάνω.» Ἀλογεῖ δὲ τοῦ θήλεος παντελῶς καὶ μειρακιώδους ἡλικίας. Ἀπόβλητον γὰρ παρὰ Θεῷ φρόνημα τὸ ἀσθενὲς καὶ ἀτελὲς εἰς σύνεσιν. Γνωριμώτατον δὲ καὶ ἐν βίβλῳ ζωῆς καταγεγραμμένον τὸ ἀνδρῶδες ἅμα καὶ συνετὸν, ἅτε δὴ καὶ ἀρκούντως ἔχον εἰς τὸ ἤδη δύνασθαι ταῖς τοῦ διαβόλου κακουργίαις ἀντιστατεῖν. Φρονήματι γὰρ τῷ νεανικῷ παρεζευγμένη σύνεσις, πρὸς πᾶν ὁτιοῦν ἱκανὴ τῶν ὅσα προσήκει τῶν εὐσεβούντων ἐργάζεσθαι. δʹ. Οὐκοῦν (ἀνακεφαλαιώσομαι γὰρ ἀναγκαίως τὸν τοῦ λόγου σκοπὸν) συμμόρφους ἡμᾶς ἀποτελεῖ τὸ Πνεῦμα Χριστῷ· καὶ διὰ τῆς κατ' ἐνέργειαν ἀρετῆς οἱ θεῖοι δὴ πάντως ἡμῖν ἐναστράπτουσι χαρακτῆρες. Συμβήσεται δὲ καὶ τοῖς μὴ τοιούτοις τὸ ἐναντίον. Ποιήσομαι δὲ φανοτάτην τοῦ λόγου τὴν δύναμιν. Ὅνπερ γὰρ τρόπον εἰς τύπον ἀνδρείας ἐλήφθη τὸ ἄρσεν, ἀνδρείας δέ φημι τῆς νοουμένης κατὰ Θεὸν, ἣ καὶ συμμόρφους ἀποτελεῖ τῷ Χριστῷ, κατὰ τὸν αὐτὸν δὴ τουτονὶ λόγον, εἰς τύπον μαλακισμοῦ καὶ φρονήματος ἀσθενοῦς, διαπίπτοντός τε καὶ λίαν εὐκόλως εἰς ἡδονὰς, τὸ τῆς θηλείας εἰσφέρεται πρόσωπον. Καὶ γοῦν ἡ θεία Γραφὴ αὐτήν τε τὴν ἁμαρτίαν, καὶ τοὺς τῆς ἁμαρτίας ἐργάτας, ἐν τῷ τῆς θηλείας διαπλάττει σχήματι. Ὅνπερ γὰρ τρόπον συμμόρφους εἶναί φαμεν Χριστῷ τοὺς ἀγαπῶντας αὐτόν· οὕτω καὶ τῆς ἁμαρτίας τὸ ἀκαλλέστατον σχῆμα ταῖς τῶν φιλαμαρτημόνων ψυχαῖς ἐγχαράττεται. Παροίσω δὲ τὸν μακάριον πάλιν προφήτην Ζαχαρίαν, αὐτὸ δὴ τοῦτο καὶ μάλα σαφῶς τοῖς ἀκροωμένοις ἐξηγεῖσθαι δυνάμε-