Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.621
Not analysed yet
τῆς θείας καὶ ὑπὲρ νοῦν. Ἧσπερ ἂν οὐχ ἑτέρως ἐν ταῖς ἡμετέραις ψυχαῖς ὁ χαρακτὴρ ἐμφαίνοιτο, εἰ μὴ τῆς θείας φύσεως ἀποτελοίμεθα κοινωνοὶ, τό τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δεξάμενοι Πνεῦμα, καὶ καθάπερ ὁ Παῦλος ἔφη, «Τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἐν πράγμασι δὲ δηλονότι, καὶ ἐν δυνάμει τῇ κατ' ἐνέργειαν ἀρετῆς ὁ μετασχηματισμὸς ἐν ἡμῖν γίνεται, καὶ ἡ μετάπλασις ἐν ἁγιασμῷ, πρὸς πᾶν ὁτιοῦν ἀναφέροντι τὸ δοκοῦν τῷ Θεῷ, καὶ πᾶσαν μὲν τῆς ἡμετέρας διανοίας μαλακίαν ἐκπέμποντι, μεταχαλκεύοντι δὲ ὥσπερ εἰς ἀσφαλὲς ἤδη καὶ ἄμαχον φρόνημα. Οἶμαι γὰρ ἔγωγε, ταύτης δὴ μάλιστα τῆς αἰτίας ἕνεκα, τὸν τοῦ νόμου δοτῆρα Θεὸν, οὐχ ἁπλῶς ἁγιάσαι πᾶν πρωτότοκον εἰπεῖν, προσθεῖναι δὲ, ὅτι προσήκοι τὰ ἀρσενικά. Τοῦ γὰρ δὴ χάριν ἀνίερόν τέ ἐστι, καὶ οὐχ ἁγιάζεται τὸ θῆλυ, κἂν ὑπάρχῃ πρωτότοκον, ἀλλ' εἰ μή πω φάναι δοκεῖ πάλιν ἐρῶ, καιροῦ πρὸς τοῦτο καλοῦντος καὶ χρείας. Μόριον ὥσπερ τι τῆς νοουμένης μορφῆς ἐν τῇ θείᾳ τε καὶ ἀκαταλήπτῳ φύσει τὸ ἀνδρῶδες ἐφ' ἅπασι καὶ νεανικὸν θεωρήσομεν, τὸν τῆς διανοίας ἐπερείδοντες ὀφθαλμόν. Τοιαύτη γάρ πως ἡ τῆς θεότητος φύσις, εἴκουσα μὲν τῶν ὄντων οὐδενὶ, νικῶσα δὲ μᾶλλον, καὶ κατὰ πάντα ἀνδριζομένη τοῦ κεκλημένου πρὸς γένεσιν, ἐῤῥωμενεστάτη δὲ σφόδρα, καὶ ὡς οὐκ ἔστιν εἰπεῖν, πρὸς τὴν τῶν ἰδίων ἔργων κατόρθωσιν. Σύμμορφος οὖν ἄρα Χριστῷ νοοῖτο ἂν εἰκότως ὁ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς οἱονεί τις ἀρσενόφρων καὶ νεανικός· οὐ τοιοῦτός γε μὴν, ὁ θήλειαν ἔχων, ἵν' οὕτως εἴπω, τὴν φρένα, μαλθακήν τε καὶ εὐκαταγώνιστον. Δειλὸν γὰρ καὶ ἀδρανὲς, καὶ πρὸς μάχην καὶ εὐτολμίαν ἀπειρηκὸς τὸ θηλειῶν ἐστι γένος. Εἰκόνα δέ σοι τοῦ πράγματος παραθήσω πάλιν ἀπὸ τῆς Μωσέως συγγραφῆς. Ἔφη τοίνυν ὅτι τῶν Αἰγυπτίων ὁ τύραννος, εἰς τύπον τοῦ διαβόλου κείμενος παρὰ τῇ θείᾳ Γραφῇ, κατὰ τῆς τῶν Ἑβραίων ὠδῖνος ὡπλίζετο, καὶ τοῖς ἔτι κατὰ νηδύος μαχόμενος, ἀναιρεῖσθαι παραχρῆμα διετύπου τὰ γεννώμενα, καὶ φωτὸς ἄρτι πρὸς πεῖραν ἐρχόμενα. Τὸ δὲ τῆς ὠμότητος σύνθημα μετὰ τῆς αὐτῷ πρεπούσης ἐγράφετο τέχνης. Ζωογονεῖσθαι μὲν γὰρ τὸ θῆλυ, τό γε μὴν ἄρσεν ὕδασι καὶ τέλμασιν ἐναποπνίγεσθαι δεῖν ὁ μιαιφόνος ἐνομοθέτει. Ποῖ οὖν ἄρα καὶ τοῦτο ἡμῖν κατασημαίνει τὸ θεώρημα; Τί δὲ τοῖς εὐμαθεστέροις παρέσται νοεῖν; Ἡδέα γὰρ τῷ διαβόλῳ τὰ μαλθακά τε καὶ ἄνανδρα καὶ ἐκτεθηλυμένα φρονήματα· διὸ καὶ εἰς αὖξιν ἰέναι τὸ θῆλυ παραχωρεῖ, πλεονεκτηθήσεσθαί ποτε παρ' αὐτῶν οὐ προσδοκήσας ὁ πονηρός. Πολεμιώτατον δὲ καὶ πρὸς τὸ νικᾶσθαι σκληρόνουν ἡγεῖται τὸν ἄρσενα· ὃν καὶ τοῖς τῆς ἀληθείας ἐντρεφόμενον λόγοις, εἰ πρὸς μέτρον ἡλικίας ἀναδράμοι τῆς ἐν Χριστῷ, καὶ «εἰς ἄνδρα τέλειον» αὐξήσει, κατὰ τὸν Παῦλον, ἔσεσθαι