Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.633
Not analysed yet
Πατρὸς, φημὶ δὴ τοῦ Σατανᾶ· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι.» Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς σειόμενον ἤδη καὶ πίπτοντα βλέπων τὸν πάλαι καθ' ἡμῶν τυραννήσαντα θάνατον (ἔμελλε γὰρ ἀναιρεῖσθαι παντελῶς τῷ θανάτῳ τῆς ἁγίας σαρκὸς), τοὺς τῶν Ἰουδαίων ὀνειδισμοὺς παρ' οὐδὲν ἐποιεῖτο. Σκοπὸς γὰρ ἦν αὐτῷ, καὶ ζῶντας καὶ νεκροὺς ἀπαλλάξαι τῆς ἁμαρτίας, καὶ καινοτομῆσαι πάλιν τῇ ἀνθρωπείᾳ φύσει τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν, ὃ δὴ καὶ γέγονεν. Ἐσκύλευσε γὰρ τὸν ᾅδην θεοπρεπεῖ καὶ ἀγαθῷ προστάγματι τοῖς ἐκεῖ λέγων· «Ἐξέλθετε, καὶ ἀνακαλύφθητε·» καὶ τριήμερον ἀναστήσας τὸν ἴδιον (sic), ἀπαρχὴ γὰρ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νεκρῶν ὁ Χριστὸς, ἀνελήφθη πρὸς τὸν Πατέρα, παράκλητος ὑπὲρ ἡμῶν. Ὡς γὰρ ὁ Παῦλός φησι, «Οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· πεπειραμένον δὲ κατὰ πάντα καὶ καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας.» Καὶ πάλιν· «Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Ὅτι δὲ καὶ ἥξει, κατὰ τὰς Γραφὰς, ἑκάστῳ τε ἀποδώσει κατὰ τὸ ἔργον αὐτοῦ, τὸ θεῖον ἅπασι βῆμα προθεὶς, οὐδαμόθεν ἀμφίβολον. Ἐπὶ τούτοις ἅπασι λαμπρὰν οὕτως εἰκότως ἐπιτελοῦμεν τὴν ἑορτὴν, οὐχ ἑαυτοῖς ἔτι ζῶντες κατὰ τὴν θείαν Γραφὴν, ἀλλὰ τῷ πάντας ἀγοράσαντι Χριστῷ. Φέρε δὴ οὖν ὑποτάξωμεν αὐτῷ τὸν αὐχένα, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀνδριζώμεθα, τὴν τοῦ σώματος τηροῦντες ἁγνείαν, τὸν ἐν ψυχῇ μολυσμὸν παραιτούμενοι· τῆς εἰς ἀλλήλους ἀγάπης ἐχόμενοι· τῶν πτωχῶν μνημονεύοντες, καὶ τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τότε γὰρ, τότε καὶ καθαροὶ καθαρῶς τὴν πάναγνον ταύτην νηστείαν ἐπιτελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννεακαιδεκάτης τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ τετράδος καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ ἐννάτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς ἑσπέρᾳ βαθείᾳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τριακάδι τοῦ αὐτοῦ μηνὸς Φαμενὼθ, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ, ὀρθῇ πίστει καὶ ἀγαθοῖς ἔργοις τελειούμενοι, κληρονομήσομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΙΑʹ. αʹ. «Δεῦτε δὴ, δεῦτε πάλιν, ἀγαλλιασώμεθα τῳ Κυρίῳ,» καὶ διὰ τῆς πανάγνου νηστείας, «δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ,» καὶ διὰ τῆς εἰς ἅπαν ὑποταγῆς τὸν οὐρανοῦ τε καὶ γῆς βασιλέα τιμήσωμεν, τὸ γεγραμμένον εἰδότες· «Ἀγαθὸν