Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.636
Not analysed yet
ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ.» Τὸ γὰρ ὑπεζεῦχθαι νόμῳ, καὶ παιδαγωγεῖσθαι θεσμοῖς τοῖς διὰ Χριστοῦ, πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο, ταῖς ἀνωτάτω πασῶν εὐκλείαις τιθεὶς ἐναρίθμιον; Χρῆμα μὲν γὰρ, ἀγαπητοὶ, τίμιόν τε καὶ ἀξιόληπτον ἡ ἀρετή· καὶ ἁπάντων, οἶμαι, τῶν ἐν τῷδε τῷ βίῳ τεθαυμασμένων εἴη μὲν ἐν ἀμείνοσι παρά γε τοῖς ὀρθὰ φρονεῖν εἰωθόσιν. Ἐπαινέσαι δ' ἄν τις, καὶ μάλιστα εἰκότως, τὸν ἐπιεικῆ καὶ κόσμιον, εἰ μυρίους ἐπ' αὐτῇ διαπλήσων πόνους, ἐθελοντής τε εἴη καὶ φιλεργέστατος, καὶ τῆς ἁπασῶν ἀρίστης προθυμίας ἀνάμεστος. Δεῖν γὰρ ἔγωγέ φημι τοῖς οὕτω λαχοῦσι τὴν δόξαν ἐξαίρετον, εἶτα προσείη σκοπὸς, μαλακίζεσθαι μὲν οὐδαμῶς· ὄκνου δὲ καὶ δειλίας, καὶ ῥᾳθυμίας ἁπάσης κατανδρίζεσθαι φιλεῖν, ὡς ἄναντες μὲν, ἢ δυσπόρευτον ἡγεῖσθαι μηδὲν, εὐστιβὲς δὲ λίαν καὶ τὸ τραχὺ, εὐκατέργαστον δὲ κομιδῇ καὶ ὅπερ ἂν εἴη δυσεπιτήδευτον. Αἰσχρὸν γὰρ, ὡς ἀληθῶς, τοὺς μὲν ἐπὶ τῶν σωμάτων ῥώμῃ μεγαλαυχεῖν εἰωθότας, καὶ τέχνην ἐπησκηκότας ἢ τὴν ἐν παλαίστραις τετιμημένην, καὶ γυμνοπαιδείαις ταῖς ἐν ἄστεσι πρεπούσαις, ἤγουν τὴν ἐν μάχαις διαφανῆ, καὶ τοῖς ἀντεξάγειν ἐπιχειροῦσιν ἀπρόσβλητον, ἐκπρεπεστάτην ἐπείγεσθαι δόξαν ταῖς οἰκείαις ἀναδεῖν κεφαλαῖς· ἡμᾶς δὲ αὐτοὺς [ἴσ. οὓς] ὁ ἰσόθεος ἐπέλαμψε Λόγος, οὐ κοσμικὴν εὐθυμίαν, οὐ χρόνῳ μεμετρημένην εὐημερίαν ἑλεῖν σπουδάζοντας, ἀλλ' ὡς ὁ σοφώτατος ἔφη Παῦλος, βασιλείαν οὐρανῶν παραλαμβάνοντας ἀσάλευτον, τοὺς ἐν τῷδε τῷ βίῳ βραχεῖς ὑποβλέπεσθαι πόνους, καὶ οὐκ ἐν καιρῷ τῷ δέοντι τὸ ἀνεῖσθαι ζητεῖν, καίτοι σαφέστατα καὶ ἐναργέστατα βοῶντος τοῦ Παύλου· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ ἀπεκδέχεται.» Ὅτι μὲν οὖν τῆς εὐνομωτάτης ζωῆς εἰς εὐκλεεστάτην ἐλπίδα καταίρει τὸ τέλος, τὸ θεῖον ἡμᾶς πιστώσεται λόγιον· «Ἀγαθῶν γὰρ πόνων, φησὶ, καὶ καρπὸς εὐκλεής.» Ὃ δέ μοι θαυμάζειν ἔπεισιν, ἐκεῖνό ἐστιν. Εἰ μὲν γάρ τις ἡμῶν τῶν ἐχθρῶν τῆς οὕτω λαμπρᾶς παρελέσθαι δόξης ἐπιχειρῶν ἡλίσκετο, οὐ μετρίαν ἂν εἰκότως ἐποιησάμεθα τὴν καταβολὴν, ὡς τὰ πάντων ἄριστα ζημιούμενοι, καὶ δύσοιστον τὴν πλεονεξίαν. Ἐπεὶ δὲ τὸ κωλύον οὐδὲν ὁρᾶσθαι λαμπροὺς, πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων, ταῖς μὲν παρ' ἑτέρων δυστροπίαις ἐπηλγηκότας, ἀφορήτως ἔχειν, καὶ πικραῖς οὕτω δυσφημίαις ὁρᾶσθαι πεφορτισμένους, αὐτόκλητον δὲ τῶν ἀγαθῶν τὴν ζημίαν ταῖς ἰδίαις ἡμᾶς ἐπισύρεσθαι κεφαλαῖς, καὶ ῥοπῇ διανοίας ἐθελουργῷ τῆς ἑαυτῶν καταθλῆσαι ζωῆς. Καιρὸς οὖν ἄρα φροντίδος, ἀγαπητοὶ, νήψεώς τε καὶ ἐγκρατείας, καὶ τῆς πανάγνου νηστείας· ἐξελίττει γὰρ ἡμῖν αὐτὴν, καὶ ἐπὶ θύρας ἄγει λοιπὸν ὁ καιρός. Τοιγάρτοι καὶ νομικοῖς ἑπόμενοι διατάγμασι, καὶ τὴν τῆς ἱερᾶσθαι λαχοῦσι πρεπωδεστάτην μονονουχὶ ἀνατείνον-