Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.641
Not analysed yet
διαδρομήν· «Λογισμοὶ γὰρ δικαίων, κρίματα,» κατὰ τὸ γεγραμμένον. Εἴη δ' ἂν καὶ ἑτέρως ἀπροφάσιστον ἀληθῶς τὸ ἀσθενεῖν εἰς ἐγκράτειαν. Οὐ γὰρ δή τοι μόνος τῆς ἐπιεικείας ὁ τρόπος περιέσται σαρκὸς, ἀλλ' ἤδη νενέκρωται τὸ διχοστατοῦν ἐν αὐτῇ, καὶ κατηργήθη διὰ Χριστοῦ. Ἐξηγήσεται δὲ πάλιν τοῦ Σωτῆρος ὁ μαθητὴς καὶ τῆς ἐμφύτου μάχης τὴν δύναμιν καὶ τὸν τῆς νεκρώσεως τρόπον. Ἔφη γὰρ πάλιν· «Ἄρ' οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ, δουλεύω νόμῳ Θεοῦ· τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας. Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Καὶ πάλιν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Νεκρωθείσης τοιγαροῦν τῆς σαρκὸς ὅσον ἧκεν εἰπεῖν εἰς ἐπιθυμίας λόγον· ἐφεῖται γὰρ δὴ τοῖς ἐθέλουσι νικᾷν· «Ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, καθὰ γέγραπται. Εἰ γὰρ κατὰ σάρκα ζῶμεν, τεθνηξόμεθα· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦμεν, ζησόμεθα. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.» Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς ἔστιν ἀληθῶς αἰσχρόν τε καὶ καταγέλαστον τοὺς εἰς τοῦτο δόξης ἀφιγμένους τε ἤδη καὶ κεκλημένους, ὡς τὸ τῆς υἱοθεσίας ἑλεῖν ἀξίωμα, δούλους ὁρᾶσθαι σαρκὸς, καὶ οὐχὶ δὴ μᾶλλον φύλακας εἶναι γενναίους τῆς ἀρετῆς, ἵνα καὶ τὴν εὑρημένην ἀνασώσαιντο δόξαν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν ἡμέρᾳ κρίσεως τὰς ἐπὶ ταῖς ῥᾳστώναις αἰτίας ἀποσκευάζεσθαι, φληνάφως ἐκεῖνο λέγοντας· Ἐτυραννούμην, ἐδούλευον· ἀντελέγχοντος ὥσπερ ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῆς ἐλευθερίας τὸν νόμον ταῖς ἡμετέραις σκέψεσι μονονουχὶ καὶ ἀντιβοᾷν ἀναγκάζοντος. γʹ. Ἐξηγείσθω τοιγαροῦν τῶν ἁγίων ὁ παιδοτρίβης, καὶ τὰ κατὰ σαρκὸς ἡμῶν παιδευέτω παλαίσματα γράφων ὡδί· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνανεώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον.» Καὶ μὴν ἐπὶ τούτῳ ὁ σοφὸς Ἰωάννης, «Μὴ ἀγαπᾶτε, φησὶ, τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν γὰρ τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Θεοῦ ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου· οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ,