Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.640
Not analysed yet
ἀτίθασσος νόμος ἀνθέλκων καὶ βιαζόμενος ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ σκληρὸν ἀνιστὰς κατὰ τοῦ πνεύματος τὸν αὐχένα. Ἀντίκειται γὰρ ἀλλήλοις τὰ φρονήματα· καὶ διῴκισται πολὺ κατὰ τὸ ἐναντίως ἔχον. Καί μοι δοκῶ παραπλήσιόν τι παθεῖν τὰς τῶν ἀνοσίων ψυχὰς, ὁποῖον ἄν τισιν εἰκὸς συμβῆναι πόλεσιν ἢ χώραις, αἷς θύραθεν μὲν τῶν προσοικούντων βαρβάρων περιαγγέλλεται πόλεμος· οὐκ ἀστασίαστα δὲ τὰ εἴσω πυλῶν, ἀλλ' ἐγγενὴς μὲν τοὺς ἐν αὐταῖς καταβόσκεται μάχη· τὸ δὲ καὶ μόλις τῶν ἔξω περιεσόμενον, εἴπερ τι μετῆν ὁμονοίας αὐτῷ, αὐτὸ δι' ἑαυτοῦ συνθραύεται, ταῖς διχονοίαις κατεσχισμένον. Ὅτι γάρ τις οὐ μικρὰ ἐν ἡμῖν ἡ τῶν θελημάτων ὁρᾶται διαφορὰ, μαρτυρήσει λέγων ὁ θεσπέσιος Παῦλος· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τί με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Διττὸς οὖν ἄρα καὶ οὐχ ἁπλοῦς ἐν ἡμῖν ὁ πόλεμος. Ἀλλ', οἶμαί γε δή που, φαίη τις ἂν, καὶ ταυτὶ λέγοντος ἐμοῦ διαπύθοιτο· Τί οὖν, ὦ τάν; Ἄρα δεήσει τὰ ὅπλα μεθέντα ἐπιδοῦναι τὸ κρατεῖν ἀκοντὶ τοῖς ἐχθροῖς, καὶ βιαιοτάτοις ὥσπερ δεσπόταις καταζεῦξαι τὸν αὐχένα, σφαλερὸν εἰδότας τὸ μάχεσθαι, καὶ θητεύειν ἀνάγκη σαρκὶ καὶ δαίμοσιν, ἀπειρηκότας τὴν σωτηρίαν; Οὐμενοῦν· ταυτὶ γὰρ ὕθλος, καὶ ἕτερον οὐδέν. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε. Μεθίστη τὸν νοῦν εἰς ἀνάληψιν εὐτολμίας· κἂν φύσιν ἀκούσῃς σαρκὸς, ἐπιῤῥεπέστερόν πως ἐχούσης πρὸς ἡδονὰς τὸ φρόνημα, μὴ καταδήσῃς τὴν ἀντίστασιν· μικροῖς κομιδῇ κατανδρίζεται πόνοις, κἂν ἴδῃς κεκινημένην, καὶ τῶν τοῦ πνεύματος θελημάτων κατατεθηγμένην, μέθες ὡς τάχος τὴν ῥᾳθυμίαν, καὶ τοὺς τῶν ἀθλητῶν ἀρίστους ἀπομιμούμενος, ἀνταποδύου θερμότερον· καὶ τοῖς τῆς ἁγνείας ὅπλοις ἀνηρμοσμένος, ἐπίδειξον αὐτῇ τὸν ἐξ ἀσκήσεως πόνον, καὶ φυγὰς οἰχήσεται τῆς ἁμαρτίας ὁ νόμος, καὶ ὄψει παραχρῆμα δραπέτην, ὃν ᾠήθης εἶναι δυσάλωτον. Οὕτως καὶ ὁ θεσπέσιος Παῦλος τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεστρατεύετο, λέγων· «Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, πρὸς ἐπιστήμονα δρόμον χαλινοῖς περιτρέπουσιν, οἷς ἐν λόγῳ τὸ ἐπιτήδευμα. Ναυτικῶν δὲ καταλόγων οἱ καθηγούμενοι, ταῖς τῶν οἰάκων περιστροφαῖς κατ' εὐθὺ διαθεῖν ἀναπείθουσι τὰς ὀλκάδας. Σώφρων δὲ νοῦς καὶ εὐδόκιμος, ἥκιστα μὲν ἐλαφρὸς, ἢ λογισμῶν ἀπάταις εὐδιαῤῥίπιστος. Βεβηκὼς δὲ ὥσπερ ἐφ' ἑαυτῷ, καὶ ἀμωμήτως ἐρηρεισμένος, τοῖς μὲν ἐξ ἀσκήσεως πόνοις καταρυθμίζει τὴν σάρκα πρὸς τὸ δεῖν ἐθέλειν ὑποκεῖσθαι τῷ Θεῷ· ἀδιάστροφον δὲ παντελῶς τὴν ἐφ' ἅπασι τοῖς πρακτέοις ποιεῖται