Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.652
Not analysed yet
τοσοῦτον ἡδονῆς, ὅσον καὶ τρυφῆς· καὶ ὅλος ἐστὶ φροντίδος τῆς εἰς τὸ συλλέξαι τι βραχὺ, καὶ μετρίαν εὕρασθαι τῆς ἀνάγκης παραμυθίαν. ϛʹ. Πρὸς δὲ τούτοις ἅπασιν, οἰήσομαι δεῖν κἀκεῖνο εἰπεῖν, ὡς ὁ ἑκάστου τρόπος τὴν ἑκάστου πράγματος φύσιν περιτρέπων ἐπ' ἐξουσίας, ἐφ' ὅπερ ἂν βούλοιτο, ἢ τοῖς φαύλοις, ἤγουν τοῖς τεθαυμασμένοις ἐναριθμεῖσθαι ποιεῖ. Καὶ ὅπερ ἂν εἶεν φαίη τις ἂν τὰς ἐκ τῶν βαφῶν εὐχροίας, οἵοις ἂν ἐπιφέρωνται, τοῦτο ταῖς πραγμάτων φύσεσι, τὸν τοῦ μετὰ χεῖρας ἔχοντος τρόπον. Οὐκοῦν ὁ πενίαν σωφρόνως οἰκονομῶν, ὅτι πάντων ἄριστος, οὐδὲν ἐνδοιάσας, ἐρῶ. Εἰ γὰρ καὶ τοῖς βραχέσιν ἀρκούμενος, καὶ τὸ πάντων, ὡς ἔπος εἰπεῖν, εὐποριστότατον, σὺν ἱδρῶτι λαβὼν, εὐχὰς ἀναφέρει χαριστηρίας· πῶς οὐκ ἂν εἴη τούτου ἄξιος, ἐπαινεῖσθαί τε ὅτι μάλιστα πρέπων, σύμβουλον μὲν ἔχων εἰς φαυλότητα τὴν ἀνάγκην, ὑπερτιμήσας δὲ οὕτω τῆς ἐγκρατείας τὸν νόμον, ὡς ἁλῦναι παντελῶς κακουργοῦντας μηδέν; Ὁ δὲ τῇ τῶν χρημάτων περιουσίᾳ διαφανὴς, πῶς οὐκ ἂν εὐθύνοιτο, καὶ [ὁ] σφόδρα δικαίως, εἴπερ ἔχειν ἐξὸν εὐμενῆ τὸν τῶν ὅλων Θεὸν, διὰ τοῦ κατοικτείρειν ἑτέρους, καὶ τοῖς ἐν ἐνδείᾳ χαρίζεσθαι βραχὺ, καὶ ὑπερκύψαι καὶ ἀνανήχεσθαι τρόπον τινὰ τῆς ἀκαταλήκτου συμφορᾶς, μόνης τῆς ἰδίας ἡδονῆς ὑπηρέτην κατεστήσατο τὸν πρόσκαιρον πλοῦτον; Οὐκοῦν ὁ μὲν Λάζαρος ἦν ἐν ἀδοκήτοις τρυφαῖς· ὁ δὲ πλούσιος ἀσυνήθως ἐν φλογὶ καὶ μάστιξιν. Ἆρ' οὖν εἴ τις αὐτῷ κατ' ἐκεῖνο μάλιστα καιροῦ προσιὼν ἐφθέγξατο, καὶ ἠξίου μαθεῖν, ὁπόσων ἂν βούλοιτο χρημάτων ἐκπρίασθαι τὸ διαδράναι τὴν κόλασιν, ἀφέντες ἑλέσθαι τοῦ κρείττονος, οὐκ ἂν ἑτοίμως ὅλην ὑπὲρ τούτου προέσθαι τὴν οὐσίαν εὖ μάλιστα διισχυρίσατο; Καὶ τίνι τῶν ὄντων ἀμφίβολον; Ἄσοφον οὖν ἄρα, καὶ ἀμαθὲς παντελῶς, τὸ πείρᾳ μαθεῖν ἐκδέχεσθαι τὰ δεινὰ, καὶ τοῦτο ἐξὸν τοῖς ἐθέλουσιν ἔξω πόδα πάγης καὶ ἀνάγκης ἔχειν. Καὶ εἰ τῆς Ἰουδαίων λατρείας τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσι, πῶς οὐχ ἅπασι προδηλότατον, ὡς οὐκ ἄν τῳ φανεῖται διεσκέφθαι καλῶς, εἴπερ τις οἴοιτο μὴ χρῆναι νικᾷν ταῖς εἰς τὸ κρεῖττον ὑπερβολαῖς τὸ παρ' ἐκείνοις τετηρημένον; Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ἔφασκεν ὁ Σωτήρ· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Τί τοιγαροῦν τοῖς ἐξ Ἱερουσαλὴμ ὁ διὰ Μωσέως ἄρα κεχρησμῴδηκε νόμος, διὰ τύπου καὶ σκιᾶς τὴν πρὸς ἀδελφοὺς ἰσότητα τιμᾷν ἀναπείθων; Τὴν πολλὴν ἐκείνην διαθέοντες ἔρημον, καὶ τῶν ἐδωδίμων γεγονότες ἐν σπάνει, δι' ἣν ἐποιοῦντο τοῦ πανσόφου Μωσέως τὴν καταβοὴν, καὶ ὡς οὐκ ἐνὸν αὐτοῖς ἔτι σώζεσθαι, κατισχύοντος τοῦ λιμοῦ, ἐμελέτων θρῆνον ἤδη τὸν ἐπι-