Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.653
Not analysed yet
κήδειον· καὶ ἁπάσης ὥσπερ ἐλπίδος ἀπολισθήσαντες, ἔφασκον· «Ὄφελον ἀπεθάνομεν πληγέντες ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν. Ὅτι ἐξήγαγες ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.» Διηπορηκότος δὲ τοῦ πανσόφου Μωσέως, καὶ ὅ τι μὲν δράσειεν ἢ λέγοι πρὸς ταῦτα, παντελῶς οὐκ ἔχοντος· ἀναθαρσήσαντες δὲ πρὸς μόνην ἐλπίδα τὴν παρὰ Θεοῦ, μελλησμοῦ τινος δίχα τῶν προσδοκηθέντων τὸ πέρας αἴτιον ἀνεδείκνυτο. Εἶπε γὰρ ὁ Κύριος πρὸς αὐτόν· «Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν.» Διερμηνεύων δὲ τοῖς ἐξ Ἰσραὴλ τοῦ νόμου τὴν δύναμιν ὁ μακάριος Μωσῆς, ἔφη πάλιν· «Οὗτος ὁ ἄρτος ὃν δέδωκεν ὑμῖν Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· συναγάγετε ἀπ' αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ κατὰ κεφαλὴν, κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν. Ἕκαστος ἐν τοῖς συσκήνοις ὑμῶν συλλέξατε. Ἐποίησαν δὲ οὕτω, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν· καὶ ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ἔλαττον, οὐκ ἠλαττόνησεν.» Ἠφίει γὰρ οὐδαμῶς ὁ τοῦ νόμου Κύριος συλλέγειν ὑπὲρ τὴν χρείαν· μόνον δὲ τὸ ἀρκοῦν εἰς τροφὴν τὴν σήμερον. Εἰ δὲ συγκομίσαιτό τις καὶ ὑπὲρ τοῦτο, μακρὰ τῷ νόμῳ χαίρειν εἰπὼν, εἰς σκωλήκων ὄχλον τὸ περιττὸν μετεπλάττετο· δεικνύντος, οἶμαι, τοῦ νόμου, καὶ μάλα σαφῶς, ὡς ἡδεῖα μὲν καὶ ἀμώμητος τῶν ἀρκούντων ἡ κτῆσις· τὸ δὲ ἀπόθετον καὶ ὑπὲρ τὴν χρείαν αὐτὴν ἀπλάστως σεσωρευμένον, σκωλήκων ἔσται παραίτιον. Καὶ ταυτὶ μὲν ὁ νόμος προεκάλει τοῖς ἀρχαιοτέροις· τί δὲ καὶ ἡμῖν αὐτοῖς ὁ Σωτήρ; «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνάς.» Καὶ ἵνα σοι διαφανῆ τοῦ τεθεσπισμένου ποιήσω τὴν δύναμιν, ἐρῶ δή τι πάλιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀμφιβάλλειν, ὡς ἔν γε τοῖς δεομένοις σωφρόνων τε καὶ ἐπιεικῶν οὐ μετρία πληθὺς διαλανθάνει μὲν ἴσως ἡμᾶς, οὐ μὴν ἀγνοεῖται παρὰ Θεῷ. Ὅταν τοίνυν τῶν ἐπιγείων αὐτοὺς χρημάτων εἰσδεξώμεθα κοινωνοὺς, ἐνδοιαζέτω μηδεὶς ὅτι καὶ τοῦ μισθοῦ τῆς ἐπιεικείας αὐτοῖς συμμεθέξομεν. «Εἰσδέξονται γὰρ ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνὰς,» κατὰ τὸ γεγραμμένον. Ἄριστα δὲ τοῦτο συνεὶς, καὶ αὐτός πού φησιν ὁ μακάριος Παῦλος· «Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα καὶ τὸ αὐτῶν περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα.» —»Γινώμεθα τοίνυν εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι,» καθὰ γέγραπται, «χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν ἐν Χριστῷ.» Τί δὲ ἡμῖν ἐν Χριστῷ κεχάρισται ὁ Θεὸς, ἢ ποίων ἡμᾶς ἀγαθῶν συνέβη μεταλαχεῖν, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν; Δεδώρηται τοίνυν ἡμῖν πλημμελημάτων ἄφεσιν, ἀνεξίκακον ἀγάπην. Διασεσώσμεθα γὰρ, λήθην ὥσπερ τινὰ λαβόν-