Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.657
Not analysed yet
λῖται μὲν γὰρ, τοῖς διὰ Μωσέως ἐπαυχοῦντες νόμοις, τῷ τῶν ὅλων προσεκύνουν Θεῷ· Μωαβῖταί γε μὴν, ἤγουν Ἰδουμαῖοι (τοῦτο γὰρ ἑκάτερον), ταῖς τῶν δαιμονίων ἀπάταις κατισχημένοι, λίθους καὶ ξύλα διατορνεύσαντες, τοὺς οὐδὲν εἰδότας ἐπεγράφοντο θεούς. Ἦν οὖν ἄρα τὰ γένη προσάλληλα, καὶ λατρείαις καὶ τρόποις καὶ τόποις διῃρημένα. Εἶτα διαπαῖσαι συμβὰν τοὺς ἐξ Ἰσραὴλ, καὶ διὰ τῆς εἰς τὸν νόμον παροινίας λυπῆσαι Θεὸν, ἐγήγερται κατὰ τῆς Ἱερουσαλὴμ ἀνὴρ δυσσεβὴς καὶ παράνομος, ὁ τῶν Βαβυλωνίων τύραννος. Καὶ δὴ καὶ σύμπαν τὸ ὑπὸ χεῖρα γένος ἐν ὅπλοις εἶναι διεκελεύετο· καὶ ὡς αὐτίκα δὴ μάλα περιεσόμενος τῶν ἀνακειμένων Θεῷ, πικρὸν ἐδίδου τοῦ πολέμου τὸ σύνθημα. Καὶ ἀφίκετο μὲν εἰς τὴν Ἰουδαίαν· καταλύσας δὲ ἐν αὐτῇ πανστρατὶ, κατεπτόησε τοσοῦτον τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν ταῖς ὁμόροις κατασκιδνάσαι χώραις, τὴν ἐνεγκοῦσαν ἀφέντας· καὶ νεὼς ὥσπερ ἀποπηδήσαντας, ἐπ' αὐτοῖς ἤδη κειμένοις τοῖς ἐσχάτοις κακοῖς. Καὶ τί μετὰ τοῦτο πεπράχασιν Ἰδουμαῖοι; Δεῖν [ἴσ. δέον] ἐποικτείρειν τοὺς ἐν θορύβῳ καὶ δείμασι, καὶ πειρᾶσθαι μᾶλλον ἐπαμύνειν αὐτοῖς, πόλεσί τε ταῖς σφῶν οἰκίσασθαι, καὶ τῆς μεταξὺ κειμένης ἀπομνημονῆσαι διαφορᾶς, πᾶν τὸ τούτοις ἔδρων ἐναντίον. Καταδεσμοῦντες γὰρ τὸν ἱκέτην, ἕτοιμον ὥσπερ τι τοῖς Βαβυλωνίοις προσεκόμιζον θήραμα, καὶ τὴν ἀδελφοῦ καὶ γείτονος σφαγὴν, καύχημα τῆς ἑαυτῶν ἐποιοῦντο λατρείας, πλατὺ γελῶντες κατὰ τῶν ὑγιασμένων, καὶ τῆς θείας δόξης κατεξανιστάμενοι, φάσκοντές τε παραφρόνως τὴν τῶν δαιμόνων ἐγηγέρθαι δύναμιν, καὶ τοῖς ἀτιμάζουσιν τὴν παρὰ σφίσιν λατρείαν ἐγκατασκῆψαι τὸν Βαβυλώνιον, οὐχ ἑτέρου του χάριν, ἢ τούτου καὶ μόνου. Ἐπειδὴ δὲ ἀνθρώποις οὐκέτι φορητὸς, Θεῷ δὲ ἀπηχθημένος ὁ τῶν Ἰουδαίων ἐφαίνετο γέλως, τῆς μὲν τῶν ἡγιασμένων ἀπενοσφίζετο χώρας ὁ τῶν πολεμίων στρατὸς, μετέῤῥει δὲ ὥσπερ ἐπ' αὐτὴν ἤδη τὴν Ἰδουμαίαν, μεταθέντος εἰς τὸ ἐναντίον τὴν τοῦ πράγματος φύσιν, τοῦ πάντα ἰσχύοντος, καὶ τὸν θυμὸν ἐπ' ἐκείνους εὐλόγως ἤδη μετηντληκότος. Ἐδαπανᾶτο δὲ οὕτω τοῖς Βαβυλωνίων τοξεύμασιν ὁ πάλαι πλατὺς καὶ ἀτεράμων καὶ ἀλαζὼν, ὡς ἕνα που τάχα διαλαθεῖν τὸν οἰκήτορα, καὶ εἰ πολυανδροῦσά τις εἴη καὶ τετειχισμένη πόλις. Αὐτὸ δὲ τὸ θεῖον ὑμῖν ἀναγνώσομαι λόγιον ὡδί πως ἔχον. Ἔστι δὲ ὁ λόγος παρὰ Θεοῦ πρὸς τὸν Ἰδουμαῖον· «Ἰδοὺ ὀλιγοστὸν ἔδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα· ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέ σε, κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ· Τίς με κατάξῃ ἐπὶ τὴν γῆν; Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.» Εἶτα τῆς ἀγανακτήσεως τὴν αἰτίαν ἐξ-