Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.656
Not analysed yet
τος τοῦ Θεοῦ τῆς ἀνθρωπίνης μικροψυχίας. Κατ' ἴχνος οὖν ἄρα καὶ ἡμᾶς αὐτοὺς ἰέναι σπουδάζοντας τῆς ἐνούσης γαληνότητος τῷ πάντων Δεσπότῃ, ἀνεξικακεῖν ἀναγκαῖον, ἀγαπητοί. Καὶ δὴ καὶ σωφρόνως ἐκεῖνο διενθυμώμεθα, ὅτι μυρία μὲν ὅσα τὰ ἀνθρώπινα πταίσματα, καὶ οὐκ ἄν τις γένοιτο καιρὸς τῆς ἡμετέρας μικροψυχίας ἀπηλλαγμένος. Ἀλλ' εἰ μέλλοιμεν ἐφ' ἑκάστου τῶν εἰωθότων συμβαίνειν, ἀλύειν μὲν οὐ μικρῶς, κρίνεσθαι δὲ τοῖς λελυπηκόσιν, ὅλος ἡμῶν ὁ βίος ἐν πικρίαις ἔσται καὶ λύπαις. Καὶ ἐπεὶ ὁδοὶ μνησικάκων εἰς θάνατον, καθὰ γέγραπται, τὸ ἀπεῖργον οὐδὲν, θανάτου κάτοχον τὴν ἑκάστου γενέσθαι ψυχὴν, τῷ μὴ δύνασθαι γενναίως ἀποκρούεσθαι τὸ λυποῦν, διατεθηγμένην ἀεὶ πρὸς τὸ χρῆναι γοργῶς ἀντεξανίστασθαι τοῖς προκεκρουκόσιν. Οὐκοῦν, ὡς ὁ μακάριος ἔφη Παῦλος, ἀλλήλων τὰ βάρη βαστάζωμεν. Καὶ οὕτως ἀναπληρώσομεν τὸν νόμον τοῦ Χριστοῦ. Διαφανὴς γὰρ καὶ οὗτος τῆς εὐσεβείας ὁ τρόπος. Ἀλλ' εἰσί τινες τῶν ἐν ἡμῖν, οἳ τοσοῦτον ἀφεστᾶσι τοῦ θέλειν εἶναι χρηστοὶ, καὶ τὸ ἀμνησίκακον καύχημα τῆς ἑαυτῶν ψυχῆς τιθέντες ὡς ποῤῥωτάτω, ὥστε καὶ εἴ τι βραχὺ διαπταίσειαν τῶν εἰς ἀδελφότητα κεκλημένων τινὲς, πάντα κάλων διασείσαντες, καὶ ὅλον ὥσπερ τοῖς θυμοῖς ἀνέντες τὸ λῖνον, ἀκαθέκτοις φέρονται ταῖς ὁρμαῖς, καὶ ταυρηδὸν ἐπιθρώσκουσι, δυσκλεεστάτην ἕξ[ε]ιν οἰόμενοι τὴν ὑπόληψιν, εἰ μὴ πᾶν ὁτιοῦν ἐργάσωνται τῶν δεινῶν. Εἰ δὲ καί πού τινες εἶεν τῶν προσκεκρουκότων αὐτοῖς εὐσθενέστεροι, μυρίοι μὲν αὐτίκα περιεστᾶσιν οἱ τῆς ἀγριότητος ὑπουργοὶ, παραθήγοντες εἰς ὀργὰς, ἀκονοῦντες εἰς ἀπανθρωπίαν, λογισμοὺς εἰσηγούμενοι, καὶ παραδεικνύντες ὁδοὺς, δι' ὧνπερ ἂν εἴη τῆς πλεονεξίας ἡ δύναμις. Πάνδεινον, ἀγαπητοὶ, τῶν τοιούτων τὸ κρῖμα· καὶ συνεξολεῖται πάντως τοῖς παροξύνουσιν ὁ παρωξυμ[μ]ένος. Καί σοι πάλιν ἐξ αὐτῆς παροίσω τῆς θεοπνεύστου Γραφῆς τὴν ἐπὶ τούτοις ἀπόδειξιν. ζʹ. Ἰδουμαῖοι καὶ Ἰσραηλῖται τετάχατο μὲν ἀνὰ μέρος, καὶ οὐ τὴν αὐτὴν ἄμφω ἐκληρώσαντο χώραν. Ἀδελφὼ δὲ ἤτην καὶ γείτονε. Τοῖς μὲν γὰρ Ἡσαῦ ἐπιγέγραπται πατὴρ, οἱ δὲ ἦσαν ἐξ Ἰακώβ· καὶ οἱ μὲν τὴν τῆς ἐπαγγελίας, οἱ δὲ τὴν Ἰδουμαίων ἐνέμοντο γῆν, ὅμορον μὲν τῇ ἑτέρᾳ, συχνοῖς δὲ ὁρῶν ἀναστήμασι, καὶ πετραίοις ὄχθοις ἄνω καιομένην, ὡς εἶναι παντί τῳ δυσάλωτον, εἴπερ ἕλοιτο δῃοῦν, δυσμαχοτάτην ἔχοντος τοῦ χωρίου τὴν προσβολὴν, καὶ δὴ καὶ ἐφρόνουν ἐπὶ τοῦτο μέγα. Ἐχόντων δὲ ὧδε τοῖς εἰρημένοις γένους τε καὶ χώρας, κατὰ πολὺ διειστήκει τὰ φρονήματα· καὶ διῴκιστό πως εἰς ἐναντιότητα τρόπων τὰ παρ' ἀμφοῖν, καὶ πολέμου πρόφασις ἦν τὸ τῆς λατρείας διάφορον. Ἰσραη-