Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.661
Not analysed yet
γων μὲν ὥσπερ εἰς μάχην τὴν κατ' ἐκείνου πολλοὺς, οὕτω πού φησι· «Παρατάξασθε ἐπὶ Βαβυλῶνα κυκλόθεν. Πάντες τείνοντες τόξον, τοξεύσατε ἐπ' αὐτὴν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν, καὶ κατακρατήσατε ἐπ' αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν, ἐκδίκησις λαοῦ αὐτοῦ·» μονονουχὶ δὲ καὶ τῆς τῶν πιπτόντων οἰμωγῆς γεγονὼς οὐκ ἀνήκοος, πάλιν οὕτω φησί· «Φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. Πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; Πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλών; Βαβυλὼν ἐν ἔθνεσιν ἐπιθήσονταί σοι, καὶ ὡς ἁλώσῃ, Βαβυλὼν, οὐ γνώσῃ· εὑρέθης, καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης.» ηʹ. Ταυτὶ δέ μοι πρὸς ὑμᾶς εἰρήσθω τὰ διηγήματα, οὐχ ἵνα λόγους εἰκαίους ἑλόντες εἰς οὖς ἐπικροτήσωμεν μάτην, ἀλλ' ἵνα τῶν πεπραγμένων τὴν πεῖραν ἐν παιδαγωγοῦ τινος τάξει δεχόμενοι, παραιτώμεθα τῶν φαύλων τὴν μίμησιν. Χρὴ γὰρ ἡμᾶς, ἐπείπερ τὸν τῶν ὅλων Θεὸν ἐγνώκαμεν, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα, μὴ ἐπιχαίρειν μὲν τοῖς ἀθλίως πεπραχόσι, συναλγεῖν δὲ μᾶλλον καὶ συγκαθίστασθαι φιλεῖν, καὶ φιλοστοργίαις ἀμνησικάκοις καταχωννύειν τὰ λυπηρά. Χρὴ δὲ δὴ πρὸς τοῦτο μὴ κατεξανίστασθαι τῶν ἤδη κειμένων, μήτε μὴν ἐνάλεσθαι ταῖς τῶν πιπτόντων ταλαιπωρίαις, καὶ εἰ προσείη τὸ δύνασθαι πάντα δρᾷν ἀδιακωλύτως· δεδιέναι δὲ μᾶλλον καθ' ἑκάτερον τοῖς ἀγαθοῖς προθυμίαν διεζωσμένοι, καὶ νεανικῷ φρονήματι διαπρέποντες, εἰς ἀνάληψιν ἀρετῆς τὸν οἰκεῖον εὐτρεπίσωμεν νοῦν, προκαταβαλόντες ὥσπερ καὶ προῤῥιζώσαντες ταῖς ἰδίαις ψυχαῖς τῆς ἀνυπαιτίου πίστεως τὴν ὀρθότητα. Πιστεῦσαι δὲ χρὴ τὸν ἀληθῆ καὶ φιλόθεον ὄντως Χριστιανὸν, εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ὥστε δηλονότι τὸν Θεὸν καὶ Πατέρα νοεῖν τε καὶ λέγειν πηγὴν ἀληθῶς τοῦ ἰδίου γεννήματος καὶ ῥίζαν, ὥσπερ τινὰ συναΐδιον αὐτῇ τὸν ἐξ αὐτῆς λαχοῦσαν καρπόν. Τῶν μὲν γὰρ ἄλλων ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων γενεσιουργός ἐστι καὶ θελήσει Πατήρ. Οὕτω γὰρ εἶναί φαμεν τὰ πάντα ἐκ Θεοῦ. Τοῦ δὲ ἰδίου γεννήματος οὐκ ἔστι δημιουργὸς, ἀλλὰ κατὰ φύσιν Πατήρ. Γεγέννηκε γὰρ ἀληθῶς ὃν κατὰ ἀπόῤῥοιαν, ἢ ἀποτομὴν, ἢ πάθος, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αὐτῶν ἔνεστιν ἰδεῖν. Σῶμα γὰρ πρόεισιν ἀπὸ σώματος· διὸ καὶ μεμέρισται· Θεὸς δὲ, οὐχ οὕτω, ἐπεὶ καὶ μὴ κατὰ σῶμά ἐστι, μηδὲ ἐν τόπῳ, καὶ σχήματι, καὶ περιγραφαῖς· ἀπερινοήτως δὲ μᾶλλον καὶ ἀῤῥήτως, ὡς Θεός. Οὐδὲ γὰρ ἂν ἐνδέχοιτο τὰ ἡμέτερα παθεῖν τὴν ὑπὲρ πάντα φύσιν. Γεγέννηκε τοίνυν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, φῶς ἐκ φωτὸς, εἰκόνα καὶ χαρακτῆρα, καὶ ἀπαύγασμα τῆς ἰδίας ὑποστάσεως, καθὰ γέγραπται. Ἀλλ' ἐπείπερ ἦν ἐν ἐσχάτοις τὰ καθ' ἡμᾶς, βασι-