Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.664
Not analysed yet
λεύοντος μὲν τοῦ θανάτου, κατεξουσιάζοντος δὲ τῶν ἐπὶ γῆς τοῦ πονηροῦ τε καὶ ἀποστάτου δράκοντος, κατακρατούσης δὲ τῆς ἁμαρτίας, ἄνθρωπος γέγονεν, ἵνα ἡμᾶς πάντας ἐξέληται τῶν ἀρτίως ἀπηριθμημένων. Γεγονὼς δὲ τοῦτο κατὰ ἀλήθειαν, καὶ σάρκα λαβὼν ἐκ γυναικὸς, φημὶ δὴ τῆς ἁγίας Παρθένου, κατὰ τὰς Γραφὰς, «ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἄνθρωπος μὲν κατὰ τὸ ὁρώμενον, κατά γε τὴν τῆς σαρκὸς φύσιν, ἤτοι τέλειος τὸν τῆς ἀνθρωπότητος λόγον· Θεὸς δὲ τὸ ἀληθέστερον. Οὐ γὰρ ἐν ἀνθρώπῳ γέγονε, καθάπερ ἐν τοῖς ἁγίοις, ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ αὐτὸς κατὰ ἀλήθειαν πέφηνέ τε καὶ κεχρημάτικεν ἄνθρωπος. Τοιγάρτοι φρονοῦντες ὀρθῶς, οὐ δύο φαμὲν υἱοὺς, ἀλλ' οὐδὲ δύο χριστοὺς, ἢ κυρίους, ἕνα δὲ μᾶλλον Υἱὸν καὶ Κύριον, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ ὅτε τὴν τῆς σαρκὸς ἔσχε περιβολήν. Οὐ γὰρ ἀποδιελόντες εἰς δύο, καὶ ἰδίᾳ νοοῦντες ἄνθρωπον, ἰδιαζόντως δὲ πάλιν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαντα Λόγον προσκυνοῦμεν ὡς Θεόν· ἀλλὰ τομὴν ὅλως ἢ μερισμὸν κατὰ τόν γε τῆς υἱότητος λόγον, οὐδένα παραδεχόμενοι μετὰ τὴν πρὸς σάρκα σύνοδον· ἕνα δὲ μόνον εἰδότες Υἱὸν, μονογενῆ, καθὸ μόνος ἐγεννήθη παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν αὐτὸν δὲ καὶ πρωτότοκον, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, τιμῶμέν τε καὶ δοξολογοῦμεν ὁμοῦ τοῖς ἁγίοις ἀγγέλοις, ἅτε δὴ καὶ ὑπάρχοντα κατὰ φύσιν Θεόν. Οὕτω καὶ ὁ θεσπέσιος ἔφη Παῦλος· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι Θεοῦ.» Οὐκοῦν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἐπεφάνη γὰρ ἀληθῶς ἐν νυκτὶ καὶ σκότῳ περιπατοῦσι, καὶ λόγοις μὲν τοῖς εἰς εὐσέβειαν τὴν τῶν ἀκροωμένων καταφωτίζων καρδίαν, μεθορμίζεσθαι πρὸς Θεὸν εὖ μάλα διεκελεύετο· τοῖς δὲ ὑπὲρ λόγον τερατουργήμασι, Θεὸν ὄντα κατὰ φύσιν ἑαυτὸν ἐπιδεικνὺς, ἐκάλει σύμπαντας ἐπὶ τὸ χρῆναι πιστεύειν εὐπετέστερον. Ἀλλ' οἱ πάντα τολμῶντες εὐκόλως, φημὶ δὴ τοὺς ἐξ Ἰσραὴλ, δέον εὐχαριστεῖν, καὶ προσήκασθαι μὲν ἀσμένως εὐεργέτην, ἐπιγράφεσθαι δὲ Σωτῆρα καὶ βοηθὸν καὶ Κύριον, δυσσεβοῦντες ἡλίσκοντο. Οὐ γὰρ ἐφείσαντο γλώσσης· τολμημάτων δὲ εἶδος ἀνεπιτήδευτον ἀφέντες οὐδὲν, τὸ τελευταῖον ἐσταύρωσαν· ἔφασκον γὰρ ἴσως ἐν ἑαυτοῖς τὸ καὶ πάλαι διὰ φωνῆς Ἡσαΐου κεχρησμῳδημένον· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Ἀλλ' οἱ μὲν ἐκεῖνα διεσκεμμένοι, καὶ ἀφιλοθέως τετολμηκότες, αὐτόκλητοι ταῖς ἑαυτῶν κεφαλαῖς ἐπισύροντες τὴν ὀργὴν, πανωλεθρίᾳ διολώλασιν. Ὁ δὲ, καίτοι κατὰ φύσιν ὑπάρχων ζωὴ, συνεχώρει τὴν σάρκα παθεῖν τὸν θάνατον οἰκονομικῶς δι' ἡμᾶς, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ,» καθὰ γέγραπται. Κατελθὼν γὰρ εἰς ᾅδου, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασιν, ἀνείς τε τοῖς κάτω τὰς κεκλεισμένας πύλας, καὶ τὸν ἄπλη-